1 ὡς δὲ ὀψία ἐγένετο ἐσπούδασαν οἱ δου̃λοι αὐτου̃ ἀναλύειν καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστω̃τας ἐκ προσώπου του̃ κυρίου αὐτου̃ καὶ ἀπώ̨χοντο εἰς τὰς κοίτας αὐτω̃ν ἠ̃σαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλει̃ον γεγονέναι τὸν πότον |
2 ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τη̨̃ σκηνη̨̃ καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτου̃ ἠ̃ν γὰρ περικεχυμένος αὐτω̨̃ ὁ οἰ̃νος |
3 καὶ εἰ̃πεν Ιουδιθ τη̨̃ δούλη̨ αὐτη̃ς στη̃ναι ἔξω του̃ κοιτω̃νος αὐτη̃ς καὶ ἐπιτηρει̃ν τὴν ἔξοδον αὐτη̃ς καθάπερ καθ' ἡμέραν ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτη̃ς καὶ τω̨̃ Βαγώα̨ ἐλάλησεν κατὰ τὰ ῥήματα ταυ̃τα |
4 καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη ἐν τω̨̃ κοιτω̃νι ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ στα̃σα Ιουδιθ παρὰ τὴν κλίνην αὐτου̃ εἰ̃πεν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς κύριε ὁ θεὸς πάσης δυνάμεως ἐπίβλεψον ἐν τη̨̃ ὥρα̨ ταύτη̨ ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν μου εἰς ὕψωμα Ιερουσαλημ |
5 ὅτι νυ̃ν καιρὸς ἀντιλαβέσθαι τη̃ς κληρονομίας σου καὶ ποιη̃σαι τὸ ἐπιτήδευμά μου εἰς θραυ̃σμα ἐχθρω̃ν οἳ ἐπανέστησαν ἡμι̃ν |
6 καὶ προσελθου̃σα τω̨̃ κανόνι τη̃ς κλίνης ὃς ἠ̃ν πρὸς κεφαλη̃ς Ολοφέρνου καθει̃λεν τὸν ἀκινάκην αὐτου̃ ἀπ' αὐτου̃ |
7 καὶ ἐγγίσασα τη̃ς κλίνης ἐδράξατο τη̃ς κόμης τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ εἰ̃πεν κραταίωσόν με κύριε ὁ θεὸς Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ |
8 καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτου̃ δὶς ἐν τη̨̃ ἰσχύι αὐτη̃ς καὶ ἀφει̃λεν τὴν κεφαλὴν αὐτου̃ ἀπ' αὐτου̃ |
9 καὶ ἀπεκύλισε τὸ σω̃μα αὐτου̃ ἀπὸ τη̃ς στρωμνη̃ς καὶ ἀφει̃λε τὸ κωνώπιον ἀπὸ τω̃ν στύλων καὶ μετ' ὀλίγον ἐξη̃λθεν καὶ παρέδωκεν τη̨̃ ἅβρα̨ αὐτη̃ς τὴν κεφαλὴν Ολοφέρνου |
10 καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τω̃ν βρωμάτων αὐτη̃ς καὶ ἐξη̃λθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐπὶ τὴν προσευχήν καὶ διελθου̃σαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτη̃ς |
11 καὶ εἰ̃πεν Ιουδιθ μακρόθεν τοι̃ς φυλάσσουσιν ἐπὶ τω̃ν πυλω̃ν ἀνοίξατε ἀνοίξατε δὴ τὴν πύλην μεθ' ἡμω̃ν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν ποιη̃σαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τω̃ν ἐχθρω̃ν καθὰ καὶ σήμερον ἐποίησεν |
12 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτη̃ς τὴν φωνὴν αὐτη̃ς ἐσπούδασαν του̃ καταβη̃ναι ἐπὶ τὴν πύλην τη̃ς πόλεως αὐτω̃ν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τη̃ς πόλεως |
13 καὶ συνέδραμον πάντες ἀπὸ μικρου̃ ἕως μεγάλου αὐτω̃ν ὅτι παράδοξον ἠ̃ν αὐτοι̃ς τὸ ἐλθει̃ν αὐτήν καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πυ̃ρ εἰς φαυ̃σιν περιεκύκλωσαν αὐτάς |
14 ἡ δὲ εἰ̃πεν πρὸς αὐτοὺς φωνη̨̃ μεγάλη̨ αἰνει̃τε τὸν θεόν αἰνει̃τε αἰνει̃τε τὸν θεόν ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτου̃ ἀπὸ του̃ οἴκου Ισραηλ ἀλλ' ἔθραυσε τοὺς ἐχθροὺς ἡμω̃ν διὰ χειρός μου ἐν τη̨̃ νυκτὶ ταύτη̨ |
15 καὶ προελου̃σα τὴν κεφαλὴν ἐκ τη̃ς πήρας ἔδειξεν καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ὡ̨̃ κατέκειτο ἐν ται̃ς μέθαις αὐτου̃ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας |
16 καὶ ζη̨̃ κύριος ὃς διεφύλαξέν με ἐν τη̨̃ ὁδω̨̃ μου ἡ̨̃ ἐπορεύθην ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτου̃ καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ' ἐμου̃ εἰς μίασμα καὶ αἰσχύνην |
17 καὶ ἐξέστη πα̃ς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τω̨̃ θεω̨̃ καὶ εἰ̃παν ὁμοθυμαδόν εὐλογητὸς εἰ̃ ὁ θεὸς ἡμω̃ν ὁ ἐξουδενώσας ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ σήμερον τοὺς ἐχθροὺς του̃ λαου̃ σου |
18 καὶ εἰ̃πεν αὐτη̨̃ Οζιας εὐλογητὴ σύ θύγατερ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ παρὰ πάσας τὰς γυναι̃κας τὰς ἐπὶ τη̃ς γη̃ς καὶ εὐλογημένος κύριος ὁ θεός ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γη̃ν ὃς κατεύθυνέν σε εἰς τραυ̃μα κεφαλη̃ς ἄρχοντος ἐχθρω̃ν ἡμω̃ν |
19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεου̃ ἕως αἰω̃νος |
20 καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον του̃ ἐπισκέψασθαί σε ἐν ἀγαθοι̃ς ἀνθ' ὡ̃ν οὐκ ἐφείσω τη̃ς ψυχη̃ς σου διὰ τὴν ταπείνωσιν του̃ γένους ἡμω̃ν ἀλλ' ἐπεξη̃λθες τω̨̃ πτώματι ἡμω̃ν ἐπ' εὐθει̃αν πορευθει̃σα ἐνώπιον του̃ θεου̃ ἡμω̃ν καὶ εἰ̃παν πα̃ς ὁ λαός γένοιτο γένοιτο |