1 ἀδελφοί μου μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τη̃ς δόξης |
2 ἐὰν γὰρ εἰσέλθη̨ εἰς συναγωγὴν ὑμω̃ν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθη̃τι λαμπρα̨̃ εἰσέλθη̨ δὲ καὶ πτωχòς ἐν ῥυπαρα̨̃ ἐσθη̃τι |
3 ἐπιβλέψητε δὲ ἐπὶ τòν φορου̃ντα τὴν ἐσθη̃τα τὴν λαμπρὰν καὶ εἴπητε σὺ κάθου ὡ̃δε καλω̃ς καὶ τω̨̃ πτωχω̨̃ εἴπητε σὺ στη̃θι ἐκει̃ ἢ κάθου ὑπò τò ὑποπόδιόν μου |
4 οὐ διεκρίθητε ἐν ἑαυτοι̃ς καὶ ἐγένεσθε κριταὶ διαλογισμω̃ν πονηρω̃ν |
5 ἀκούσατε ἀδελφοί μου ἀγαπητοί οὐχ ὁ θεòς ἐξελέξατο τοὺς πτωχοὺς τω̨̃ κόσμω̨ πλουσίους ἐν πίστει καὶ κληρονόμους τη̃ς βασιλείας ἡ̃ς ἐπηγγείλατο τοι̃ς ἀγαπω̃σιν αὐτόν |
6 ὑμει̃ς δὲ ἠτιμάσατε τòν πτωχόν οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμω̃ν καὶ αὐτοὶ ἕλκουσιν ὑμα̃ς εἰς κριτήρια |
7 οὐκ αὐτοὶ βλασφημου̃σιν τò καλòν ὄνομα τò ἐπικληθὲν ἐφ' ὑμα̃ς |
8 εἰ μέντοι νόμον τελει̃τε βασιλικòν κατὰ τὴν γραφήν ἀγαπήσεις τòν πλησίον σου ὡς σεαυτόν καλω̃ς ποιει̃τε |
9 εἰ δὲ προσωπολημπτει̃τε ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπò του̃ νόμου ὡς παραβάται |
10 ὅστις γὰρ ὅλον τòν νόμον τηρήση̨ πταίση̨ δὲ ἐν ἑνί γέγονεν πάντων ἔνοχος |
11 ὁ γὰρ εἰπών μὴ μοιχεύση̨ς εἰ̃πεν καί μὴ φονεύση̨ς εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ γέγονας παραβάτης νόμου |
12 οὕτως λαλει̃τε καὶ οὕτως ποιει̃τε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι |
13 ἡ γὰρ κρίσις ἀνέλεος τω̨̃ μὴ ποιήσαντι ἔλεος κατακαυχα̃ται ἔλεος κρίσεως |
14 τί τò ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγη̨ τις ἔχειν ἔργα δὲ μὴ ἔχη̨ μὴ δύναται ἡ πίστις σω̃σαι αὐτόν |
15 ἐὰν ἀδελφòς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τη̃ς ἐφημέρου τροφη̃ς |
16 εἴπη̨ δέ τις αὐτοι̃ς ἐξ ὑμω̃ν ὑπάγετε ἐν εἰρήνη̨ θερμαίνεσθε καὶ χορτάζεσθε μὴ δω̃τε δὲ αὐτοι̃ς τὰ ἐπιτήδεια του̃ σώματος τί τò ὄφελος |
17 οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔχη̨ ἔργα νεκρά ἐστιν καθ' ἑαυτήν |
18 ἀλλ' ἐρει̃ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω δει̃ξόν μοι τὴν πίστιν σου χωρὶς τω̃ν ἔργων κἀγώ σοι δείξω ἐκ τω̃ν ἔργων μου τὴν πίστιν |
19 σὺ πιστεύεις ὅτι εἱ̃ς ἐστιν ὁ θεός καλω̃ς ποιει̃ς καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν |
20 θέλεις δὲ γνω̃ναι ὠ̃ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τω̃ν ἔργων ἀργή ἐστιν |
21 ’Αβραὰμ ὁ πατὴρ ἡμω̃ν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας ’Ισαὰκ τòν υἱòν αὐτου̃ ἐπὶ τò θυσιαστήριον |
22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοι̃ς ἔργοις αὐτου̃ καὶ ἐκ τω̃ν ἔργων ἡ πίστις ἐτελειώθη |
23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα ἐπίστευσεν δὲ ’Αβραὰμ τω̨̃ θεω̨̃ καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην καὶ φίλος θεου̃ ἐκλήθη |
24 ὁρα̃τε ὅτι ἐξ ἔργων δικαιου̃ται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον |
25 ὁμοίως δὲ καὶ ‘Ραὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρα̨ ὁδω̨̃ ἐκβαλου̃σα |
26 ὥσπερ γὰρ τò σω̃μα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν |