ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ,
κεφαλίς 3
1 μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μει̃ζον κρίμα λημψόμεθα |
2 πολλὰ γὰρ πταίομεν ἅπαντες εἴ τις ἐν λόγω̨ οὐ πταίει οὑ̃τος τέλειος ἀνήρ δυνατòς χαλιναγωγη̃σαι καὶ ὅλον τò σω̃μα |
3 εἰ δὲ τω̃ν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τò πείθεσθαι αὐτοὺς ἡμι̃ν καὶ ὅλον τò σω̃μα αὐτω̃ν μετάγομεν |
4 ἰδοὺ καὶ τὰ πλοι̃α τηλικαυ̃τα ὄντα καὶ ὑπò ἀνέμων σκληρω̃ν ἐλαυνόμενα μετάγεται ὑπò ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ του̃ εὐθύνοντος βούλεται |
5 οὕτως καὶ ἡ γλω̃σσα μικρòν μέλος ἐστὶν καὶ μεγάλα αὐχει̃ ἰδοὺ ἡλίκον πυ̃ρ ἡλίκην ὕλην ἀνάπτει |
6 καὶ ἡ γλω̃σσα πυ̃ρ ὁ κόσμος τη̃ς ἀδικίας ἡ γλω̃σσα καθίσταται ἐν τοι̃ς μέλεσιν ἡμω̃ν ἡ σπιλου̃σα ὅλον τò σω̃μα καὶ φλογίζουσα τòν τροχòν τη̃ς γενέσεως καὶ φλογιζομένη ὑπò τη̃ς γεέννης |
7 πα̃σα γὰρ φύσις θηρίων τε καὶ πετεινω̃ν ἑρπετω̃ν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τη̨̃ φύσει τη̨̃ ἀνθρωπίνη̨ |
8 τὴν δὲ γλω̃σσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων ἀκατάστατον κακόν μεστὴ ἰου̃ θανατηφόρου |
9 ἐν αὐτη̨̃ εὐλογου̃μεν τòν κύριον καὶ πατέρα καὶ ἐν αὐτη̨̃ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν θεου̃ γεγονότας |
10 ἐκ του̃ αὐτου̃ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα οὐ χρή ἀδελφοί μου ταυ̃τα οὕτως γίνεσθαι |
11 μήτι ἡ πηγὴ ἐκ τη̃ς αὐτη̃ς ὀπη̃ς βρύει τò γλυκὺ καὶ τò πικρόν |
12 μὴ δύναται ἀδελφοί μου συκη̃ ἐλαίας ποιη̃σαι ἢ ἄμπελος συ̃κα οὔτε ἁλυκòν γλυκὺ ποιη̃σαι ὕδωρ |
13 τίς σοφòς καὶ ἐπιστήμων ἐν ὑμι̃ν δειξάτω ἐκ τη̃ς καλη̃ς ἀναστροφη̃ς τὰ ἔργα αὐτου̃ ἐν πραΰτητι σοφίας |
14 εἰ δὲ ζη̃λον πικρòν ἔχετε καὶ ἐριθείαν ἐν τη̨̃ καρδία̨ ὑμω̃ν μὴ κατακαυχα̃σθε καὶ ψεύδεσθε κατὰ τη̃ς ἀληθείας |
15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος ψυχική δαιμονιώδης |
16 ὅπου γὰρ ζη̃λος καὶ ἐριθεία ἐκει̃ ἀκαταστασία καὶ πα̃ν φαυ̃λον πρα̃γμα |
17 ἡ δὲ ἄνωθεν σοφία πρω̃τον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπω̃ν ἀγαθω̃ν ἀδιάκριτος ἀνυπόκριτος |
18 καρπòς δὲ δικαιοσύνης ἐν εἰρήνη̨ σπείρεται τοι̃ς ποιου̃σιν εἰρήνην |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.