ΗΣΑΙΑΣ,
κεφαλίς 30,
στἰχοι 27-33
27 ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλου̃ καιόμενος ὁ θυμός μετὰ δόξης τὸ λόγιον τω̃ν χειλέων αὐτου̃ τὸ λόγιον ὀργη̃ς πλη̃ρες καὶ ἡ ὀργὴ του̃ θυμου̃ ὡς πυ̃ρ ἔδεται |
28 καὶ τὸ πνευ̃μα αὐτου̃ ὡς ὕδωρ ἐν φάραγγι συ̃ρον ἥξει ἕως του̃ τραχήλου καὶ διαιρεθήσεται του̃ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαία̨ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτω̃ν |
29 μὴ διὰ παντὸς δει̃ ὑμα̃ς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθει̃ν μετὰ αὐλου̃ εἰς τὸ ὄρος του̃ κυρίου πρὸς τὸν θεὸν του̃ Ισραηλ |
30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τη̃ς φωνη̃ς αὐτου̃ καὶ τὸν θυμὸν του̃ βραχίονος αὐτου̃ δείξει μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία̨ |
31 διὰ γὰρ φωνὴν κυρίου ἡττηθήσονται 'Ασσύριοι τη̨̃ πληγη̨̃ ἡ̨̃ ἂν πατάξη̨ αὐτούς |
32 καὶ ἔσται αὐτω̨̃ κυκλόθεν ὅθεν ἠ̃ν αὐτω̨̃ ἡ ἐλπὶς τη̃ς βοηθείας ἐφ' ἡ̨̃ αὐτὸς ἐπεποίθει αὐτοὶ μετὰ αὐλω̃ν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολη̃ς |
33 σὺ γὰρ πρὸ ἡμερω̃ν ἀπαιτηθήση̨ μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθει̃αν ξύλα κείμενα πυ̃ρ καὶ ξύλα πολλά ὁ θυμὸς κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.