ΗΣΑΙΑΣ,
κεφαλίς 31
1 οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ' ἵπποις πλη̃θος σφόδρα καὶ οὐκ ἠ̃σαν πεποιθότες ἐπὶ τὸν ἅγιον του̃ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν |
2 καὶ αὐτὸς σοφὸς ἠ̃γεν ἐπ' αὐτοὺς κακά καὶ ὁ λόγος αὐτου̃ οὐ μὴ ἀθετηθη̨̃ καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρω̃ν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτω̃ν τὴν ματαίαν |
3 Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθου̃ντες καὶ ἅμα πάντες ἀπολου̃νται |
4 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ὃν τρόπον ἐὰν βοήση̨ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τη̨̃ θήρα̨ ἡ̨̃ ἔλαβεν καὶ κεκράξη̨ ἐπ' αὐτη̨̃ ἕως ἂν ἐμπλησθη̨̃ τὰ ὄρη τη̃ς φωνη̃ς αὐτου̃ καὶ ἡττήθησαν καὶ τὸ πλη̃θος του̃ θυμου̃ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατευ̃σαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτη̃ς |
5 ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιει̃ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελει̃ται καὶ περιποιήσεται καὶ σώσει |
6 ἐπιστράφητε οἱ τὴν βαθει̃αν βουλὴν βουλευόμενοι καὶ ἄνομον |
7 ὅτι τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτω̃ν τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ ἐποίησαν αἱ χει̃ρες αὐτω̃ν |
8 καὶ πεσει̃ται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα |
9 πέτρα̨ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.