ΗΣΑΙΑΣ,
κεφαλίς 21,
στἰχοι 11-17
11 τὸ ὅραμα τη̃ς Ιδουμαίας πρὸς ἐμὲ καλει̃ παρὰ του̃ Σηιρ φυλάσσετε ἐπάλξεις |
12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητη̨̃ς ζήτει καὶ παρ' ἐμοὶ οἴκει |
13 ἐν τω̨̃ δρυμω̨̃ ἑσπέρας κοιμηθήση̨ ἐν τη̨̃ ὁδω̨̃ Δαιδαν |
14 εἰς συνάντησιν διψω̃ντι ὕδωρ φέρετε οἱ ἐνοικου̃ντες ἐν χώρα̨ Θαιμαν ἄρτοις συναντα̃τε τοι̃ς φεύγουσιν |
15 διὰ τὸ πλη̃θος τω̃ν φευγόντων καὶ διὰ τὸ πλη̃θος τω̃ν πλανωμένων καὶ διὰ τὸ πλη̃θος τη̃ς μαχαίρας καὶ διὰ τὸ πλη̃θος τω̃ν τοξευμάτων τω̃ν διατεταμένων καὶ διὰ τὸ πλη̃θος τω̃ν πεπτωκότων ἐν τω̨̃ πολέμω̨ |
16 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτου̃ ἐκλείψει ἡ δόξα τω̃ν υἱω̃ν Κηδαρ |
17 καὶ τὸ κατάλοιπον τω̃ν τοξευμάτων τω̃ν ἰσχυρω̃ν υἱω̃ν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.