Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 22

1 τὸ ῥη̃μα τη̃ς φάραγγος Σιων τί ἐγένετό σοι νυ̃ν ὅτι ἀνέβητε πάντες εἰς δώματα
2 μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου
3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρω̃ς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν
4 διὰ του̃το εἰ̃πα ἄφετέ με πικρω̃ς κλαύσομαι μὴ κατισχύσητε παρακαλει̃ν με ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ γένους μου
5 ὅτι ἡμέρα ταραχη̃ς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανω̃νται ἀπὸ μικρου̃ ἕως μεγάλου πλανω̃νται ἐπὶ τὰ ὄρη
6 οἱ δὲ Αιλαμι̃ται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ' ἵπποις καὶ συναγωγὴ παρατάξεως
7 καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππει̃ς ἐμφράξουσι τὰς πύλας σου
8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τη̃ς πόλεως
9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τω̃ν οἴκων τη̃ς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τη̃ς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα του̃ τείχους τη̨̃ πόλει
11 καὶ ἐποιήσατε ἑαυτοι̃ς ὕδωρ ἀνὰ μέσον τω̃ν δύο τειχέων ἐσώτερον τη̃ς κολυμβήθρας τη̃ς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχη̃ς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε
12 καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζω̃σιν σάκκων
13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγει̃ν κρέα καὶ πιει̃ν οἰ̃νον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν
14 καὶ ἀνακεκαλυμμένα ταυ̃τά ἐστιν ἐν τοι̃ς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμι̃ν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε
15 τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτω̨̃
16 τί σὺ ὡ̃δε καὶ τί σοί ἐστιν ὡ̃δε ὅτι ἐλατόμησας σεαυτω̨̃ ὡ̃δε μνημει̃ον καὶ ἐποίησας σεαυτω̨̃ ἐν ὑψηλω̨̃ μνημει̃ον καὶ ἔγραψας σεαυτω̨̃ ἐν πέτρα̨ σκηνήν
17 ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλει̃ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελει̃ τὴν στολήν σου
18 καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκει̃ ἀποθανη̨̃ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἰ̃κον του̃ ἄρχοντός σου εἰς καταπάτημα
19 καὶ ἀφαιρεθήση̨ ἐκ τη̃ς οἰκονομίας σου καὶ ἐκ τη̃ς στάσεώς σου
20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καλέσω τὸν παι̃δά μου Ελιακιμ τὸν του̃ Χελκιου
21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτω̨̃ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χει̃ρας αὐτου̃ καὶ ἔσται ὡς πατὴρ τοι̃ς ἐνοικου̃σιν ἐν Ιερουσαλημ καὶ τοι̃ς ἐνοικου̃σιν ἐν Ιουδα
22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτω̨̃ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων
23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπω̨ πιστω̨̃ καὶ ἔσται εἰς θρόνον δόξης του̃ οἴκου του̃ πατρὸς αὐτου̃
24 καὶ ἔσται πεποιθὼς ἐπ' αὐτὸν πα̃ς ἔνδοξος ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃ ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτω̨̃
25 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπω̨ πιστω̨̃ καὶ πεσει̃ται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν ὅτι κύριος ἐλάλησεν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.