Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 1,  στἰχοι 16-31

16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τω̃ν ψυχω̃ν ὑμω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου παύσασθε ἀπὸ τω̃ν πονηριω̃ν ὑμω̃ν
17 μάθετε καλὸν ποιει̃ν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανω̨̃ καὶ δικαιώσατε χήραν
18 καὶ δευ̃τε καὶ διελεγχθω̃μεν λέγει κύριος καὶ ἐὰν ὠ̃σιν αἱ ἁμαρτίαι ὑμω̃ν ὡς φοινικου̃ν ὡς χιόνα λευκανω̃ ἐὰν δὲ ὠ̃σιν ὡς κόκκινον ὡς ἔριον λευκανω̃
19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τη̃ς γη̃ς φάγεσθε
20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμα̃ς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα
21 πω̃ς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ἡ̨̃ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτη̨̃ νυ̃ν δὲ φονευταί
22 τὸ ἀργύριον ὑμω̃ν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἰ̃νον ὕδατι
23 οἱ ἄρχοντές σου ἀπειθου̃σιν κοινωνοὶ κλεπτω̃ν ἀγαπω̃ντες δω̃ρα διώκοντες ἀνταπόδομα ὀρφανοι̃ς οὐ κρίνοντες καὶ κρίσιν χηρω̃ν οὐ προσέχοντες
24 διὰ του̃το τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοι̃ς ὑπεναντίοις καὶ κρίσιν ἐκ τω̃ν ἐχθρω̃ν μου ποιήσω
25 καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθου̃ντας ἀπολέσω καὶ ἀφελω̃ πάντας ἀνόμους ἀπὸ σου̃ καὶ πάντας ὑπερηφάνους ταπεινώσω
26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχη̃ς καὶ μετὰ ταυ̃τα κληθήση̨ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων
27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτη̃ς καὶ μετὰ ἐλεημοσύνης
28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται
29 διότι αἰσχυνθήσονται ἐπὶ τοι̃ς εἰδώλοις αὐτω̃ν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπη̨σχύνθησαν ἐπὶ τοι̃ς κήποις αὐτω̃ν ἃ ἐπεθύμησαν
30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυι̃α τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτω̃ν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτω̃ν ὡς σπινθη̃ρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.