Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 2

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τη̃ς Ιουδαίας καὶ περὶ Ιερουσαλημ
2 ὅτι ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐπ' ἄκρων τω̃ν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τω̃ν βουνω̃ν καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη
3 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐρου̃σιν δευ̃τε καὶ ἀναβω̃μεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἰ̃κον του̃ θεου̃ Ιακωβ καὶ ἀναγγελει̃ ἡμι̃ν τὴν ὁδὸν αὐτου̃ καὶ πορευσόμεθα ἐν αὐτη̨̃ ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ
4 καὶ κρινει̃ ἀνὰ μέσον τω̃ν ἐθνω̃ν καὶ ἐλέγξει λαὸν πολύν καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτω̃ν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτω̃ν εἰς δρέπανα καὶ οὐ λήμψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμει̃ν
5 καὶ νυ̃ν ὁ οἰ̃κος του̃ Ιακωβ δευ̃τε πορευθω̃μεν τω̨̃ φωτὶ κυρίου
6 ἀνη̃κεν γὰρ τὸν λαὸν αὐτου̃ τὸν οἰ̃κον του̃ Ισραηλ ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχη̃ς ἡ χώρα αὐτω̃ν κληδονισμω̃ν ὡς ἡ τω̃ν ἀλλοφύλων καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοι̃ς
7 ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτω̃ν ἀργυρίου καὶ χρυσίου καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν θησαυρω̃ν αὐτω̃ν καὶ ἐνεπλήσθη ἡ γη̃ ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν ἁρμάτων αὐτω̃ν
8 καὶ ἐνεπλήσθη ἡ γη̃ βδελυγμάτων τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν καὶ προσεκύνησαν οἱ̃ς ἐποίησαν οἱ δάκτυλοι αὐτω̃ν
9 καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ καὶ οὐ μὴ ἀνήσω αὐτούς
10 καὶ νυ̃ν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γη̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν
11 οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί ὁ δὲ ἄνθρωπος ταπεινός καὶ ταπεινωθήσεται τὸ ὕψος τω̃ν ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
12 ἡμέρα γὰρ κυρίου σαβαωθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται
13 καὶ ἐπὶ πα̃σαν κέδρον του̃ Λιβάνου τω̃ν ὑψηλω̃ν καὶ μετεώρων καὶ ἐπὶ πα̃ν δένδρον βαλάνου Βασαν
14 καὶ ἐπὶ πα̃ν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
15 καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πα̃ν τει̃χος ὑψηλὸν
16 καὶ ἐπὶ πα̃ν πλοι̃ον θαλάσσης καὶ ἐπὶ πα̃σαν θέαν πλοίων κάλλους
17 καὶ ταπεινωθήσεται πα̃ς ἄνθρωπος καὶ πεσει̃ται ὕψος ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν
19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν καὶ εἰς τὰς τρώγλας τη̃ς γη̃ς ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν
20 τη̨̃ γὰρ ἡμέρα̨ ἐκείνη̨ ἐκβαλει̃ ἄνθρωπος τὰ βδελύγματα αὐτου̃ τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ ἐποίησαν προσκυνει̃ν τοι̃ς ματαίοις καὶ ται̃ς νυκτερίσιν
21 του̃ εἰσελθει̃ν εἰς τὰς τρώγλας τη̃ς στερεα̃ς πέτρας καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.