1 ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως ἣν εἰ̃δεν κατὰ τη̃ς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλεία̨ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τη̃ς Ιουδαίας |
2 ἄκουε οὐρανέ καὶ ἐνωτίζου γη̃ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν |
3 ἔγνω βου̃ς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην του̃ κυρίου αὐτου̃ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνη̃κεν |
4 οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλήρης ἁμαρτιω̃ν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον του̃ Ισραηλ |
5 τί ἔτι πληγη̃τε προστιθέντες ἀνομίαν πα̃σα κεφαλὴ εἰς πόνον καὶ πα̃σα καρδία εἰς λύπην |
6 ἀπὸ ποδω̃ν ἕως κεφαλη̃ς οὔτε τραυ̃μα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπιθει̃ναι οὔτε ἔλαιον οὔτε καταδέσμους |
7 ἡ γη̃ ὑμω̃ν ἔρημος αἱ πόλεις ὑμω̃ν πυρίκαυστοι τὴν χώραν ὑμω̃ν ἐνώπιον ὑμω̃ν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαω̃ν ἀλλοτρίων |
8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελω̃νι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτω̨ ὡς πόλις πολιορκουμένη |
9 καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν |
10 ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδομων προσέχετε νόμον θεου̃ λαὸς Γομορρας |
11 τί μοι πλη̃θος τω̃ν θυσιω̃ν ὑμω̃ν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριω̃ν καὶ στέαρ ἀρνω̃ν καὶ αἱ̃μα ταύρων καὶ τράγων οὐ βούλομαι |
12 οὐδ' ἐὰν ἔρχησθε ὀφθη̃ναί μοι τίς γὰρ ἐξεζήτησεν ταυ̃τα ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν πατει̃ν τὴν αὐλήν μου |
13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμω̃ν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν |
14 καὶ τὰς νουμηνίας ὑμω̃ν καὶ τὰς ἑορτὰς ὑμω̃ν μισει̃ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμω̃ν |
15 ὅταν τὰς χει̃ρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμω̃ν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμω̃ν αἱ γὰρ χει̃ρες ὑμω̃ν αἵματος πλήρεις |
16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τω̃ν ψυχω̃ν ὑμω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου παύσασθε ἀπὸ τω̃ν πονηριω̃ν ὑμω̃ν |
17 μάθετε καλὸν ποιει̃ν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανω̨̃ καὶ δικαιώσατε χήραν |
18 καὶ δευ̃τε καὶ διελεγχθω̃μεν λέγει κύριος καὶ ἐὰν ὠ̃σιν αἱ ἁμαρτίαι ὑμω̃ν ὡς φοινικου̃ν ὡς χιόνα λευκανω̃ ἐὰν δὲ ὠ̃σιν ὡς κόκκινον ὡς ἔριον λευκανω̃ |
19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τη̃ς γη̃ς φάγεσθε |
20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμα̃ς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα |
21 πω̃ς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ἡ̨̃ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτη̨̃ νυ̃ν δὲ φονευταί |
22 τὸ ἀργύριον ὑμω̃ν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἰ̃νον ὕδατι |
23 οἱ ἄρχοντές σου ἀπειθου̃σιν κοινωνοὶ κλεπτω̃ν ἀγαπω̃ντες δω̃ρα διώκοντες ἀνταπόδομα ὀρφανοι̃ς οὐ κρίνοντες καὶ κρίσιν χηρω̃ν οὐ προσέχοντες |
24 διὰ του̃το τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοι̃ς ὑπεναντίοις καὶ κρίσιν ἐκ τω̃ν ἐχθρω̃ν μου ποιήσω |
25 καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθου̃ντας ἀπολέσω καὶ ἀφελω̃ πάντας ἀνόμους ἀπὸ σου̃ καὶ πάντας ὑπερηφάνους ταπεινώσω |
26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχη̃ς καὶ μετὰ ταυ̃τα κληθήση̨ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων |
27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτη̃ς καὶ μετὰ ἐλεημοσύνης |
28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται |
29 διότι αἰσχυνθήσονται ἐπὶ τοι̃ς εἰδώλοις αὐτω̃ν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπη̨σχύνθησαν ἐπὶ τοι̃ς κήποις αὐτω̃ν ἃ ἐπεθύμησαν |
30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυι̃α τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων |
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτω̃ν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτω̃ν ὡς σπινθη̃ρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων |