Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΩΣΗΕ, κεφαλίς 7

1 ἐν τω̨̃ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδη̃ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λη̨στὴς ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃
2 ὅπως συνά̨δωσιν ὡς συνά̨δοντες τη̨̃ καρδία̨ αὐτω̃ν πάσας τὰς κακίας αὐτω̃ν ἐμνήσθην νυ̃ν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτω̃ν ἀπέναντι του̃ προσώπου μου ἐγένοντο
3 ἐν ται̃ς κακίαις αὐτω̃ν εὔφραναν βασιλει̃ς καὶ ἐν τοι̃ς ψεύδεσιν αὐτω̃ν ἄρχοντας
4 πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τη̃ς φλογός ἀπὸ φυράσεως στέατος ἕως του̃ ζυμωθη̃ναι αὐτό
5 αἱ ἡμέραι τω̃ν βασιλέων ὑμω̃ν ἤρξαντο οἱ ἄρχοντες θυμου̃σθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ μετὰ λοιμω̃ν
6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτω̃ν ἐν τω̨̃ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος
7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτω̃ν πάντες οἱ βασιλει̃ς αὐτω̃ν ἔπεσαν οὐκ ἠ̃ν ὁ ἐπικαλούμενος ἐν αὐτοι̃ς πρός με
8 Εφραιμ ἐν τοι̃ς λαοι̃ς αὐτου̃ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος
9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτου̃ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτω̨̃ καὶ αὐτὸς οὐκ ἔγνω
10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτω̃ν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πα̃σι τούτοις
11 καὶ ἠ̃ν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλει̃το καὶ εἰς 'Ασσυρίους ἐπορεύθησαν
12 καθὼς ἂν πορεύωνται ἐπιβαλω̃ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ του̃ οὐρανου̃ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τη̨̃ ἀκοη̨̃ τη̃ς θλίψεως αὐτω̃ν
13 οὐαὶ αὐτοι̃ς ὅτι ἀπεπήδησαν ἀπ' ἐμου̃ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμου̃ ψεύδη
14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτω̃ν ἀλλ' ἢ ὠλόλυζον ἐν ται̃ς κοίταις αὐτω̃ν ἐπὶ σίτω̨ καὶ οἴνω̨ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί
15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτω̃ν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά
16 ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσου̃νται ἐν ῥομφαία̨ οἱ ἄρχοντες αὐτω̃ν δι' ἀπαιδευσίαν γλώσσης αὐτω̃ν οὑ̃τος ὁ φαυλισμὸς αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.