ΩΣΗΕ,
κεφαλίς 8
1 εἰς κόλπον αὐτω̃ν ὡς γη̃ ὡς ἀετὸς ἐπ' οἰ̃κον κυρίου ἀνθ' ὡ̃ν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ του̃ νόμου μου ἠσέβησαν |
2 ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε |
3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν |
4 ἑαυτοι̃ς ἐβασίλευσαν καὶ οὐ δι' ἐμου̃ ἠ̃ρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτω̃ν καὶ τὸ χρυσίον αὐτω̃ν ἐποίησαν ἑαυτοι̃ς εἴδωλα ὅπως ἐξολεθρευθω̃σιν |
5 ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ' αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθη̃ναι |
6 ἐν τω̨̃ Ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανω̃ν ἠ̃ν ὁ μόσχος σου Σαμάρεια |
7 ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτω̃ν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν του̃ ποιη̃σαι ἄλευρον ἐὰν δὲ καὶ ποιήση̨ ἀλλότριοι καταφάγονται αὐτό |
8 κατεπόθη Ισραηλ νυ̃ν ἐγένετο ἐν τοι̃ς ἔθνεσιν ὡς σκευ̃ος ἄχρηστον |
9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς 'Ασσυρίους ἀνέθαλεν καθ' ἑαυτὸν Εφραιμ δω̃ρα ἠγάπησαν |
10 διὰ του̃το παραδοθήσονται ἐν τοι̃ς ἔθνεσιν νυ̃ν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν του̃ χρίειν βασιλέα καὶ ἄρχοντας |
11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτω̨̃ θυσιαστήρια ἠγαπημένα |
12 καταγράψω αὐτω̨̃ πλη̃θος καὶ τὰ νόμιμα αὐτου̃ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα |
13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νυ̃ν μνησθήσεται τὰς ἀδικίας αὐτω̃ν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτω̃ν αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν 'Ασσυρίοις ἀκάθαρτα φάγονται |
14 καὶ ἐπελάθετο Ισραηλ του̃ ποιήσαντος αὐτὸν καὶ ὠ̨κοδόμησαν τεμένη καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς τὰς πόλεις αὐτου̃ καὶ καταφάγεται τὰ θεμέλια αὐτω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.