ΩΣΗΕ,
κεφαλίς 5,
στἰχοι 9-14
9 Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ται̃ς φυλαι̃ς του̃ Ισραηλ ἔδειξα πιστά |
10 ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια ἐπ' αὐτοὺς ἐκχεω̃ ὡς ὕδωρ τὸ ὅρμημά μου |
11 κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτου̃ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τω̃ν ματαίων |
12 καὶ ἐγὼ ὡς ταραχὴ τω̨̃ Εφραιμ καὶ ὡς κέντρον τω̨̃ οἴκω̨ Ιουδα |
13 καὶ εἰ̃δεν Εφραιμ τὴν νόσον αὐτου̃ καὶ Ιουδας τὴν ὀδύνην αὐτου̃ καὶ ἐπορεύθη Εφραιμ πρὸς 'Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμα̃ς καὶ οὐ μὴ διαπαύση̨ ἐξ ὑμω̃ν ὀδύνη |
14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τω̨̃ Εφραιμ καὶ ὡς λέων τω̨̃ οἴκω̨ Ιουδα καὶ ἐγὼ ἁρπω̃μαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.