Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΩΣΗΕ, κεφαλίς 5

1 ἀκούσατε ταυ̃τα οἱ ἱερει̃ς καὶ προσέχετε οἰ̃κος Ισραηλ καὶ ὁ οἰ̃κος του̃ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμα̃ς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τη̨̃ σκοπια̨̃ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον
2 ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμω̃ν
3 ἐγὼ ἔγνων τὸν Εφραιμ καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ' ἐμου̃ διότι νυ̃ν ἐξεπόρνευσεν Εφραιμ ἐμιάνθη Ισραηλ
4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτω̃ν του̃ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτω̃ν ὅτι πνευ̃μα πορνείας ἐν αὐτοι̃ς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν
5 καὶ ταπεινωθήσεται ἡ ὕβρις του̃ Ισραηλ εἰς πρόσωπον αὐτου̃ καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ται̃ς ἀδικίαις αὐτω̃ν καὶ ἀσθενήσει καὶ Ιουδας μετ' αὐτω̃ν
6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται του̃ ἐκζητη̃σαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ' αὐτω̃ν
7 ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοι̃ς νυ̃ν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτω̃ν
8 σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τω̃ν ὑψηλω̃ν κηρύξατε ἐν τω̨̃ οἴκω̨ Ων ἐξέστη Βενιαμιν
9 Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ται̃ς φυλαι̃ς του̃ Ισραηλ ἔδειξα πιστά
10 ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιθέντες ὅρια ἐπ' αὐτοὺς ἐκχεω̃ ὡς ὕδωρ τὸ ὅρμημά μου
11 κατεδυνάστευσεν Εφραιμ τὸν ἀντίδικον αὐτου̃ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τω̃ν ματαίων
12 καὶ ἐγὼ ὡς ταραχὴ τω̨̃ Εφραιμ καὶ ὡς κέντρον τω̨̃ οἴκω̨ Ιουδα
13 καὶ εἰ̃δεν Εφραιμ τὴν νόσον αὐτου̃ καὶ Ιουδας τὴν ὀδύνην αὐτου̃ καὶ ἐπορεύθη Εφραιμ πρὸς 'Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμα̃ς καὶ οὐ μὴ διαπαύση̨ ἐξ ὑμω̃ν ὀδύνη
14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τω̨̃ Εφραιμ καὶ ὡς λέων τω̨̃ οἴκω̨ Ιουδα καὶ ἐγὼ ἁρπω̃μαι καὶ πορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος
15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὑ̃ ἀφανισθω̃σιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου ἐν θλίψει αὐτω̃ν ὀρθριου̃σι πρός με λέγοντες
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.