Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 9

εἰ̃χε μὲν οὐ̃ν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν
σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ἡ̨̃ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τω̃ν ἄρτων ἥτις λέγεται ἅγια
μετὰ δὲ τò δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων
χρυσου̃ν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτòν τη̃ς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίω̨ ἐν ἡ̨̃ στάμνος χρυση̃ ἔχουσα τò μάννα καὶ ἡ ῥάβδος ’Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τη̃ς διαθήκης
ὑπεράνω δὲ αὐτη̃ς Χερουβὶν δόξης κατασκιάζοντα τò ἱλαστήριον περὶ ὡ̃ν οὐκ ἔστιν νυ̃ν λέγειν κατὰ μέρος
τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντòς εἰσίασιν οἱ ἱερει̃ς τὰς λατρείας ἐπιτελου̃ντες
εἰς δὲ τὴν δευτέραν ἅπαξ του̃ ἐνιαυτου̃ μόνος ὁ ἀρχιερεύς οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτου̃ καὶ τω̃ν του̃ λαου̃ ἀγνοημάτων
του̃το δηλου̃ντος του̃ πνεύματος του̃ ἁγίου μήπω πεφανερω̃σθαι τὴν τω̃ν ἁγίων ὁδòν ἔτι τη̃ς πρώτης σκηνη̃ς ἐχούσης στάσιν
ἥτις παραβολὴ εἰς τòν καιρòν τòν ἐνεστηκότα καθ' ἣν δω̃ρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειω̃σαι τòν λατρεύοντα
10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοι̃ς δικαιώματα σαρκòς μέχρι καιρου̃ διορθώσεως ἐπικείμενα
11 Χριστòς δὲ παραγενόμενος ἀρχιερεὺς τω̃ν γενομένων ἀγαθω̃ν διὰ τη̃ς μείζονος καὶ τελειοτέρας σκηνη̃ς οὐ χειροποιήτου του̃τ' ἔστιν οὐ ταύτης τη̃ς κτίσεως
12 οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ του̃ ἰδίου αἵματος εἰση̃λθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος
13 εἰ γὰρ τò αἱ̃μα τράγων καὶ ταύρων καὶ σποδòς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρòς τὴν τη̃ς σαρκòς καθαρότητα
14 πόσω̨ μα̃λλον τò αἱ̃μα του̃ Χριστου̃ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτòν προσήνεγκεν ἄμωμον τω̨̃ θεω̨̃ καθαριει̃ τὴν συνείδησιν ἡμω̃ν ἀπò νεκρω̃ν ἔργων εἰς τò λατρεύειν θεω̨̃ ζω̃ντι
15 καὶ διὰ του̃το διαθήκης καινη̃ς μεσίτης ἐστίν ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τω̃ν ἐπὶ τη̨̃ πρώτη̨ διαθήκη̨ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τη̃ς αἰωνίου κληρονομίας
16 ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι του̃ διαθεμένου
17 διαθήκη γὰρ ἐπὶ νεκροι̃ς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζη̨̃ ὁ διαθέμενος
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται
19 λαληθείσης γὰρ πάσης ἐντολη̃ς κατὰ τòν νόμον ὑπò Μωϋσέως παντὶ τω̨̃ λαω̨̃ λαβὼν τò αἱ̃μα τω̃ν μόσχων καὶ τω̃ν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τò βιβλίον καὶ πάντα τòν λαòν ἐράντισεν
20 λέγων του̃το τò αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς ἐνετείλατο πρòς ὑμα̃ς ὁ θεός
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τη̃ς λειτουργίας τω̨̃ αἵματι ὁμοίως ἐράντισεν
22 καὶ σχεδòν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τòν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις
23 ἀνάγκη οὐ̃ν τὰ μὲν ὑποδείγματα τω̃ν ἐν τοι̃ς οὐρανοι̃ς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας
24 οὐ γὰρ εἰς χειροποίητα εἰση̃λθεν ἅγια Χριστός ἀντίτυπα τω̃ν ἀληθινω̃ν ἀλλ' εἰς αὐτòν τòν οὐρανόν νυ̃ν ἐμφανισθη̃ναι τω̨̃ προσώπω̨ του̃ θεου̃ ὑπὲρ ἡμω̃ν
25 οὐδ' ἵνα πολλάκις προσφέρη̨ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτòν ἐν αἵματι ἀλλοτρίω̨
26 ἐπεὶ ἔδει αὐτòν πολλάκις παθει̃ν ἀπò καταβολη̃ς κόσμου νυνὶ δὲ ἅπαξ ἐπὶ συντελεία̨ τω̃ν αἰώνων εἰς ἀθέτησιν τη̃ς ἁμαρτίας διὰ τη̃ς θυσίας αὐτου̃ πεφανέρωται
27 καὶ καθ' ὅσον ἀπόκειται τοι̃ς ἀνθρώποις ἅπαξ ἀποθανει̃ν μετὰ δὲ του̃το κρίσις
28 οὕτως καὶ ὁ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τò πολλω̃ν ἀνενεγκει̃ν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοι̃ς αὐτòν ἀπεκδεχομένοις εἰς σωτηρίαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.