1 σκιὰν γὰρ ἔχων ὁ νόμος τω̃ν μελλόντων ἀγαθω̃ν οὐκ αὐτὴν τὴν εἰκόνα τω̃ν πραγμάτων κατ' ἐνιαυτòν ται̃ς αὐται̃ς θυσίαις ἃς προσφέρουσιν εἰς τò διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειω̃σαι |
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τò μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιω̃ν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους |
3 ἀλλ' ἐν αὐται̃ς ἀνάμνησις ἁμαρτιω̃ν κατ' ἐνιαυτόν |
4 ἀδύνατον γὰρ αἱ̃μα ταύρων καὶ τράγων ἀφαιρει̃ν ἁμαρτίας |
5 διò εἰσερχόμενος εἰς τòν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σω̃μα δὲ κατηρτίσω μοι |
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας |
7 τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃ του̃ ποιη̃σαι ὁ θεός τò θέλημά σου |
8 ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται |
9 τότε εἴρηκεν ἰδοὺ ἥκω του̃ ποιη̃σαι τò θέλημά σου ἀναιρει̃ τò πρω̃τον ἵνα τò δεύτερον στήση̨ |
10 ἐν ὡ̨̃ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τη̃ς προσφορα̃ς του̃ σώματος ’Ιησου̃ Χριστου̃ ἐφάπαξ |
11 καὶ πα̃ς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργω̃ν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελει̃ν ἁμαρτίας |
12 οὑ̃τος δὲ μίαν ὑπὲρ ἁμαρτιω̃ν προσενέγκας θυσίαν εἰς τò διηνεκὲς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θεου̃ |
13 τò λοιπòν ἐκδεχόμενος ἕως τεθω̃σιν οἱ ἐχθροὶ αὐτου̃ ὑποπόδιον τω̃ν ποδω̃ν αὐτου̃ |
14 μια̨̃ γὰρ προσφορα̨̃ τετελείωκεν εἰς τò διηνεκὲς τοὺς ἁγιαζομένους |
15 μαρτυρει̃ δὲ ἡμι̃ν καὶ τò πνευ̃μα τò ἅγιον μετὰ γὰρ τò εἰρηκέναι |
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρòς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτω̃ν καὶ ἐπὶ τὴν διάνοιαν αὐτω̃ν ἐπιγράψω αὐτούς |
17 καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν οὐ μὴ μνησθήσομαι ἔτι |
18 ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προσφορὰ περὶ ἁμαρτίας |
19 ἔχοντες οὐ̃ν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τω̃ν ἁγίων ἐν τω̨̃ αἵματι ’Ιησου̃ |
20 ἣν ἐνεκαίνισεν ἡμι̃ν ὁδòν πρόσφατον καὶ ζω̃σαν διὰ του̃ καταπετάσματος του̃τ' ἔστιν τη̃ς σαρκòς αὐτου̃ |
21 καὶ ἱερέα μέγαν ἐπὶ τòν οἰ̃κον του̃ θεου̃ |
22 προσερχώμεθα μετὰ ἀληθινη̃ς καρδίας ἐν πληροφορία̨ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπò συνειδήσεως πονηρα̃ς καὶ λελουσμένοι τò σω̃μα ὕδατι καθαρω̨̃ |
23 κατέχωμεν τὴν ὁμολογίαν τη̃ς ἐλπίδος ἀκλινη̃ πιστòς γὰρ ὁ ἐπαγγειλάμενος |
24 καὶ κατανοω̃μεν ἀλλήλους εἰς παροξυσμòν ἀγάπης καὶ καλω̃ν ἔργων |
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτω̃ν καθὼς ἔθος τισίν ἀλλὰ παρακαλου̃ντες καὶ τοσούτω̨ μα̃λλον ὅσω̨ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν |
26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία |
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους |
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει |
29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας |
30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃ |
31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος |
32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων |
33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες |
34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν |
35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν |
36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν |
37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει |
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃ |
39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς |