ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 10,
στἰχοι 4-10
4 ἀδύνατον γὰρ αἱ̃μα ταύρων καὶ τράγων ἀφαιρει̃ν ἁμαρτίας |
5 διò εἰσερχόμενος εἰς τòν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σω̃μα δὲ κατηρτίσω μοι |
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας |
7 τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃ του̃ ποιη̃σαι ὁ θεός τò θέλημά σου |
8 ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται |
9 τότε εἴρηκεν ἰδοὺ ἥκω του̃ ποιη̃σαι τò θέλημά σου ἀναιρει̃ τò πρω̃τον ἵνα τò δεύτερον στήση̨ |
10 ἐν ὡ̨̃ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τη̃ς προσφορα̃ς του̃ σώματος ’Ιησου̃ Χριστου̃ ἐφάπαξ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.