ΓΕΝΕΣΙΣ,
κεφαλίς 9,
στἰχοι 20-27
20 καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γη̃ς καὶ ἐφύτευσεν ἀμπελω̃να |
21 καὶ ἔπιεν ἐκ του̃ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τω̨̃ οἴκω̨ αὐτου̃ |
22 καὶ εἰ̃δεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν του̃ πατρὸς αὐτου̃ καὶ ἐξελθὼν ἀνήγγειλεν τοι̃ς δυσὶν ἀδελφοι̃ς αὐτου̃ ἔξω |
23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νω̃τα αὐτω̃ν καὶ ἐπορεύθησαν ὀπισθοφανω̃ς καὶ συνεκάλυψαν τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν καὶ τὸ πρόσωπον αὐτω̃ν ὀπισθοφανές καὶ τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν οὐκ εἰ̃δον |
24 ἐξένηψεν δὲ Νωε ἀπὸ του̃ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτω̨̃ ὁ υἱὸς αὐτου̃ ὁ νεώτερος |
25 καὶ εἰ̃πεν ἐπικατάρατος Χανααν παι̃ς οἰκέτης ἔσται τοι̃ς ἀδελφοι̃ς αὐτου̃ |
26 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ Σημ καὶ ἔσται Χανααν παι̃ς αὐτου̃ |
27 πλατύναι ὁ θεὸς τω̨̃ Ιαφεθ καὶ κατοικησάτω ἐν τοι̃ς οἴκοις του̃ Σημ καὶ γενηθήτω Χανααν παι̃ς αὐτω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.