Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 9

1 καὶ ηὐλόγησεν ὁ θεὸς τὸν Νωε καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν αὐτοι̃ς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς
2 καὶ ὁ τρόμος ὑμω̃ν καὶ ὁ φόβος ἔσται ἐπὶ πα̃σιν τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ ἐπὶ πάντα τὰ ὄρνεα του̃ οὐρανου̃ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τη̃ς θαλάσσης ὑπὸ χει̃ρας ὑμι̃ν δέδωκα
3 καὶ πα̃ν ἑρπετόν ὅ ἐστιν ζω̃ν ὑμι̃ν ἔσται εἰς βρω̃σιν ὡς λάχανα χόρτου δέδωκα ὑμι̃ν τὰ πάντα
4 πλὴν κρέας ἐν αἵματι ψυχη̃ς οὐ φάγεσθε
5 καὶ γὰρ τὸ ὑμέτερον αἱ̃μα τω̃ν ψυχω̃ν ὑμω̃ν ἐκζητήσω ἐκ χειρὸς πάντων τω̃ν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφου̃ ἐκζητήσω τὴν ψυχὴν του̃ ἀνθρώπου
6 ὁ ἐκχέων αἱ̃μα ἀνθρώπου ἀντὶ του̃ αἵματος αὐτου̃ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι θεου̃ ἐποίησα τὸν ἄνθρωπον
7 ὑμει̃ς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ πληθύνεσθε ἐπ' αὐτη̃ς
8 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ μετ' αὐτου̃ λέγων
9 ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμι̃ν καὶ τω̨̃ σπέρματι ὑμω̃ν μεθ' ὑμα̃ς
10 καὶ πάση̨ ψυχη̨̃ τη̨̃ ζώση̨ μεθ' ὑμω̃ν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνω̃ν καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς ὅσα μεθ' ὑμω̃ν ἀπὸ πάντων τω̃ν ἐξελθόντων ἐκ τη̃ς κιβωτου̃
11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμα̃ς καὶ οὐκ ἀποθανει̃ται πα̃σα σὰρξ ἔτι ἀπὸ του̃ ὕδατος του̃ κατακλυσμου̃ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος του̃ καταφθει̃ραι πα̃σαν τὴν γη̃ν
12 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἥ ἐστιν μεθ' ὑμω̃ν εἰς γενεὰς αἰωνίους
13 τὸ τόξον μου τίθημι ἐν τη̨̃ νεφέλη̨ καὶ ἔσται εἰς σημει̃ον διαθήκης ἀνὰ μέσον ἐμου̃ καὶ τη̃ς γη̃ς
14 καὶ ἔσται ἐν τω̨̃ συννεφει̃ν με νεφέλας ἐπὶ τὴν γη̃ν ὀφθήσεται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨
15 καὶ μνησθήσομαι τη̃ς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλει̃ψαι πα̃σαν σάρκα
16 καὶ ἔσται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨ καὶ ὄψομαι του̃ μνησθη̃ναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς
17 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ἡ̃ς διεθέμην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς
18 ἠ̃σαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τη̃ς κιβωτου̃ Σημ Χαμ Ιαφεθ Χαμ ἠ̃ν πατὴρ Χανααν
19 τρει̃ς οὑ̃τοί εἰσιν οἱ υἱοὶ Νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πα̃σαν τὴν γη̃ν
20 καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γη̃ς καὶ ἐφύτευσεν ἀμπελω̃να
21 καὶ ἔπιεν ἐκ του̃ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τω̨̃ οἴκω̨ αὐτου̃
22 καὶ εἰ̃δεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν του̃ πατρὸς αὐτου̃ καὶ ἐξελθὼν ἀνήγγειλεν τοι̃ς δυσὶν ἀδελφοι̃ς αὐτου̃ ἔξω
23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νω̃τα αὐτω̃ν καὶ ἐπορεύθησαν ὀπισθοφανω̃ς καὶ συνεκάλυψαν τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν καὶ τὸ πρόσωπον αὐτω̃ν ὀπισθοφανές καὶ τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν οὐκ εἰ̃δον
24 ἐξένηψεν δὲ Νωε ἀπὸ του̃ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτω̨̃ ὁ υἱὸς αὐτου̃ ὁ νεώτερος
25 καὶ εἰ̃πεν ἐπικατάρατος Χανααν παι̃ς οἰκέτης ἔσται τοι̃ς ἀδελφοι̃ς αὐτου̃
26 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ Σημ καὶ ἔσται Χανααν παι̃ς αὐτου̃
27 πλατύναι ὁ θεὸς τω̨̃ Ιαφεθ καὶ κατοικησάτω ἐν τοι̃ς οἴκοις του̃ Σημ καὶ γενηθήτω Χανααν παι̃ς αὐτω̃ν
28 ἔζησεν δὲ Νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη
29 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.