Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 6

καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τη̃ς γη̃ς καὶ θυγατέρες ἐγενήθησαν αὐτοι̃ς
ἰδόντες δὲ οἱ υἱοὶ του̃ θεου̃ τὰς θυγατέρας τω̃ν ἀνθρώπων ὅτι καλαί εἰσιν ἔλαβον ἑαυτοι̃ς γυναι̃κας ἀπὸ πασω̃ν ὡ̃ν ἐξελέξαντο
καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ μὴ καταμείνη̨ τὸ πνευ̃μά μου ἐν τοι̃ς ἀνθρώποις τούτοις εἰς τὸν αἰω̃να διὰ τὸ εἰ̃ναι αὐτοὺς σάρκας ἔσονται δὲ αἱ ἡμέραι αὐτω̃ν ἑκατὸν εἴκοσι ἔτη
οἱ δὲ γίγαντες ἠ̃σαν ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ μετ' ἐκει̃νο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ του̃ θεου̃ πρὸς τὰς θυγατέρας τω̃ν ἀνθρώπων καὶ ἐγεννω̃σαν ἑαυτοι̃ς ἐκει̃νοι ἠ̃σαν οἱ γίγαντες οἱ ἀπ' αἰω̃νος οἱ ἄνθρωποι οἱ ὀνομαστοί
ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τω̃ν ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς τις διανοει̃ται ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας
καὶ ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ διενοήθη
καὶ εἰ̃πεν ὁ θεός ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετω̃ν ἕως τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς
Νωε δὲ εὑ̃ρεν χάριν ἐναντίον κυρίου του̃ θεου̃
αὑ̃ται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τη̨̃ γενεα̨̃ αὐτου̃ τω̨̃ θεω̨̃ εὐηρέστησεν Νωε
10 ἐγέννησεν δὲ Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ
11 ἐφθάρη δὲ ἡ γη̃ ἐναντίον του̃ θεου̃ καὶ ἐπλήσθη ἡ γη̃ ἀδικίας
12 καὶ εἰ̃δεν κύριος ὁ θεὸς τὴν γη̃ν καὶ ἠ̃ν κατεφθαρμένη ὅτι κατέφθειρεν πα̃σα σὰρξ τὴν ὁδὸν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς
13 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Νωε καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη ἡ γη̃ ἀδικίας ἀπ' αὐτω̃ν καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γη̃ν
14 ποίησον οὐ̃ν σεαυτω̨̃ κιβωτὸν ἐκ ξύλων τετραγώνων νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τη̨̃ ἀσφάλτω̨
15 καὶ οὕτως ποιήσεις τὴν κιβωτόν τριακοσίων πήχεων τὸ μη̃κος τη̃ς κιβωτου̃ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτη̃ς
16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πη̃χυν συντελέσεις αὐτὴν ἄνωθεν τὴν δὲ θύραν τη̃ς κιβωτου̃ ποιήσεις ἐκ πλαγίων κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν
17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γη̃ν καταφθει̃ραι πα̃σαν σάρκα ἐν ἡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς ὑποκάτω του̃ οὐρανου̃ καὶ ὅσα ἐὰν ἠ̨̃ ἐπὶ τη̃ς γη̃ς τελευτήσει
18 καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ εἰσελεύση̨ δὲ εἰς τὴν κιβωτόν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃
19 καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφη̨ς μετὰ σεαυτου̃ ἄρσεν καὶ θη̃λυ ἔσονται
20 ἀπὸ πάντων τω̃ν ὀρνέων τω̃ν πετεινω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σου̃ ἄρσεν καὶ θη̃λυ
21 σὺ δὲ λήμψη̨ σεαυτω̨̃ ἀπὸ πάντων τω̃ν βρωμάτων ἃ ἔδεσθε καὶ συνάξεις πρὸς σεαυτόν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγει̃ν
22 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός οὕτως ἐποίησεν

ΓΕΝΕΣΙΣ, κεφαλίς 7

καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε εἴσελθε σὺ καὶ πα̃ς ὁ οἰ̃κός σου εἰς τὴν κιβωτόν ὅτι σὲ εἰ̃δον δίκαιον ἐναντίον μου ἐν τη̨̃ γενεα̨̃ ταύτη̨
ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ
καὶ ἀπὸ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ τω̃ν καθαρω̃ν ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ καὶ ἀπὸ τω̃ν πετεινω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ διαθρέψαι σπέρμα ἐπὶ πα̃σαν τὴν γη̃ν
ἔτι γὰρ ἡμερω̃ν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γη̃ν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πα̃σαν τὴν ἐξανάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς
καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός
Νωε δὲ ἠ̃ν ἐτω̃ν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐγένετο ὕδατος ἐπὶ τη̃ς γη̃ς
εἰση̃λθεν δὲ Νωε καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἡ γυνὴ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ του̃ κατακλυσμου̃
καὶ ἀπὸ τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς
δύο δύο εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν ἄρσεν καὶ θη̃λυ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός
10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ του̃ κατακλυσμου̃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς
11 ἐν τω̨̃ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ δευτέρου μηνός ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐρράγησαν πα̃σαι αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ ἠνεώ̨χθησαν
12 καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τη̃ς γη̃ς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας
13 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἰση̃λθεν Νωε Σημ Χαμ Ιαφεθ υἱοὶ Νωε καὶ ἡ γυνὴ Νωε καὶ αἱ τρει̃ς γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτόν
14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος καὶ πα̃ν πετεινὸν κατὰ γένος
15 εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν δύο δύο ἀπὸ πάσης σαρκός ἐν ὡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς
16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θη̃λυ ἀπὸ πάσης σαρκὸς εἰση̃λθεν καθὰ ἐνετείλατο ὁ θεὸς τω̨̃ Νωε καὶ ἔκλεισεν κύριος ὁ θεὸς ἔξωθεν αὐτου̃ τὴν κιβωτόν
17 καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τη̃ς γη̃ς καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπη̃ρεν τὴν κιβωτόν καὶ ὑψώθη ἀπὸ τη̃ς γη̃ς
18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω του̃ ὕδατος
19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρω̃ς ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά ἃ ἠ̃ν ὑποκάτω του̃ οὐρανου̃
20 δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά
21 καὶ ἀπέθανεν πα̃σα σὰρξ κινουμένη ἐπὶ τη̃ς γη̃ς τω̃ν πετεινω̃ν καὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν θηρίων καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς ἄνθρωπος
22 καὶ πάντα ὅσα ἔχει πνοὴν ζωη̃ς καὶ πα̃ς ὃς ἠ̃ν ἐπὶ τη̃ς ξηρα̃ς ἀπέθανεν
23 καὶ ἐξήλειψεν πα̃ν τὸ ἀνάστημα ὃ ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετω̃ν καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἐξηλείφθησαν ἀπὸ τη̃ς γη̃ς καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃
24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τη̃ς γη̃ς ἡμέρας ἑκατὸν πεντήκοντα

ΓΕΝΕΣΙΣ, κεφαλίς 8

καὶ ἐμνήσθη ὁ θεὸς του̃ Νωε καὶ πάντων τω̃ν θηρίων καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάντων τω̃ν πετεινω̃ν καὶ πάντων τω̃ν ἑρπετω̃ν ὅσα ἠ̃ν μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃ καὶ ἐπήγαγεν ὁ θεὸς πνευ̃μα ἐπὶ τὴν γη̃ν καὶ ἐκόπασεν τὸ ὕδωρ
καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ του̃ οὐρανου̃
καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τη̃ς γη̃ς ἐνεδίδου καὶ ἠλαττονου̃το τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας
καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τω̨̃ ἑβδόμω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐπὶ τὰ ὄρη τὰ Αραρατ
τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονου̃το ἕως του̃ δεκάτου μηνός ἐν δὲ τω̨̃ ἑνδεκάτω̨ μηνί τη̨̃ πρώτη̨ του̃ μηνός ὤφθησαν αἱ κεφαλαὶ τω̃ν ὀρέων
καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέω̨ξεν Νωε τὴν θυρίδα τη̃ς κιβωτου̃ ἣν ἐποίησεν
καὶ ἀπέστειλεν τὸν κόρακα του̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως του̃ ξηρανθη̃ναι τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς
καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτου̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς
καὶ οὐχ εὑρου̃σα ἡ περιστερὰ ἀνάπαυσιν τοι̃ς ποσὶν αὐτη̃ς ὑπέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν ὅτι ὕδωρ ἠ̃ν ἐπὶ παντὶ προσώπω̨ πάσης τη̃ς γη̃ς καὶ ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν
10 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τη̃ς κιβωτου̃
11 καὶ ἀνέστρεψεν πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν καὶ εἰ̃χεν φύλλον ἐλαίας κάρφος ἐν τω̨̃ στόματι αὐτη̃ς καὶ ἔγνω Νωε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς
12 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν καὶ οὐ προσέθετο του̃ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι
13 καὶ ἐγένετο ἐν τω̨̃ ἑνὶ καὶ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ πρώτου μηνός μια̨̃ του̃ μηνός ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς καὶ ἀπεκάλυψεν Νωε τὴν στέγην τη̃ς κιβωτου̃ ἣν ἐποίησεν καὶ εἰ̃δεν ὅτι ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς
14 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐξηράνθη ἡ γη̃
15 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Νωε λέγων
16 ἔξελθε ἐκ τη̃ς κιβωτου̃ σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃
17 καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σου̃ καὶ πα̃σα σὰρξ ἀπὸ πετεινω̃ν ἕως κτηνω̃ν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς ἐξάγαγε μετὰ σεαυτου̃ καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τη̃ς γη̃ς
18 καὶ ἐξη̃λθεν Νωε καὶ ἡ γυνὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃
19 καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πα̃ν πετεινὸν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν ἐξήλθοσαν ἐκ τη̃ς κιβωτου̃
20 καὶ ὠ̨κοδόμησεν Νωε θυσιαστήριον τω̨̃ θεω̨̃ καὶ ἔλαβεν ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον
21 καὶ ὠσφράνθη κύριος ὁ θεὸς ὀσμὴν εὐωδίας καὶ εἰ̃πεν κύριος ὁ θεὸς διανοηθείς οὐ προσθήσω ἔτι του̃ καταράσασθαι τὴν γη̃ν διὰ τὰ ἔργα τω̃ν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια του̃ ἀνθρώπου ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὐ̃ν ἔτι πατάξαι πα̃σαν σάρκα ζω̃σαν καθὼς ἐποίησα
22 πάσας τὰς ἡμέρας τη̃ς γη̃ς σπέρμα καὶ θερισμός ψυ̃χος καὶ καυ̃μα θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.