Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 1

1 ἐν ἀρχη̨̃ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν
2 ἡ δὲ γη̃ ἠ̃ν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τη̃ς ἀβύσσου καὶ πνευ̃μα θεου̃ ἐπεφέρετο ἐπάνω του̃ ὕδατος
3 καὶ εἰ̃πεν ὁ θεός γενηθήτω φω̃ς καὶ ἐγένετο φω̃ς
4 καὶ εἰ̃δεν ὁ θεὸς τὸ φω̃ς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους
5 καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φω̃ς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα μία
6 καὶ εἰ̃πεν ὁ θεός γενηθήτω στερέωμα ἐν μέσω̨ του̃ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος καὶ ἐγένετο οὕτως
7 καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ ὕδατος ὃ ἠ̃ν ὑποκάτω του̃ στερεώματος καὶ ἀνὰ μέσον του̃ ὕδατος του̃ ἐπάνω του̃ στερεώματος
8 καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα δευτέρα
9 καὶ εἰ̃πεν ὁ θεός συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά καὶ ἐγένετο οὕτως καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς τὰς συναγωγὰς αὐτω̃ν καὶ ὤφθη ἡ ξηρά
10 καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γη̃ν καὶ τὰ συστήματα τω̃ν ὑδάτων ἐκάλεσεν θαλάσσας καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
11 καὶ εἰ̃πεν ὁ θεός βλαστησάτω ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως
12 καὶ ἐξήνεγκεν ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
13 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τρίτη
14 καὶ εἰ̃πεν ὁ θεός γενηθήτωσαν φωστη̃ρες ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ εἰς φαυ̃σιν τη̃ς γη̃ς του̃ διαχωρίζειν ἀνὰ μέσον τη̃ς ἡμέρας καὶ ἀνὰ μέσον τη̃ς νυκτὸς καὶ ἔστωσαν εἰς σημει̃α καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς
15 καὶ ἔστωσαν εἰς φαυ̃σιν ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως
16 καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστη̃ρας τοὺς μεγάλους τὸν φωστη̃ρα τὸν μέγαν εἰς ἀρχὰς τη̃ς ἡμέρας καὶ τὸν φωστη̃ρα τὸν ἐλάσσω εἰς ἀρχὰς τη̃ς νυκτός καὶ τοὺς ἀστέρας
17 καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς
18 καὶ ἄρχειν τη̃ς ἡμέρας καὶ τη̃ς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τετάρτη
20 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχω̃ν ζωσω̃ν καὶ πετεινὰ πετόμενα ἐπὶ τη̃ς γη̃ς κατὰ τὸ στερέωμα του̃ οὐρανου̃ καὶ ἐγένετο οὕτως
21 καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πα̃σαν ψυχὴν ζώ̨ων ἑρπετω̃ν ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτω̃ν καὶ πα̃ν πετεινὸν πτερωτὸν κατὰ γένος καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά
22 καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ται̃ς θαλάσσαις καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τη̃ς γη̃ς
23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα πέμπτη
24 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω ἡ γη̃ ψυχὴν ζω̃σαν κατὰ γένος τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ ἐγένετο οὕτως
25 καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά
26 καὶ εἰ̃πεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς
27 καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
28 καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς καὶ ἄρχετε τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς
29 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ δέδωκα ὑμι̃ν πα̃ν χόρτον σπόριμον σπει̃ρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τη̃ς γη̃ς καὶ πα̃ν ξύλον ὃ ἔχει ἐν ἑαυτω̨̃ καρπὸν σπέρματος σπορίμου ὑμι̃ν ἔσται εἰς βρω̃σιν
30 καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ παντὶ ἑρπετω̨̃ τω̨̃ ἕρποντι ἐπὶ τη̃ς γη̃ς ὃ ἔχει ἐν ἑαυτω̨̃ ψυχὴν ζωη̃ς πάντα χόρτον χλωρὸν εἰς βρω̃σιν καὶ ἐγένετο οὕτως
31 καὶ εἰ̃δεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα ἕκτη

ΓΕΝΕΣΙΣ, κεφαλίς 2

1 καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γη̃ καὶ πα̃ς ὁ κόσμος αὐτω̃ν
2 καὶ συνετέλεσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ τὰ ἔργα αὐτου̃ ἃ ἐποίησεν καὶ κατέπαυσεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἐποίησεν
3 καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτη̨̃ κατέπαυσεν ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἤρξατο ὁ θεὸς ποιη̃σαι
4 αὕτη ἡ βίβλος γενέσεως οὐρανου̃ καὶ γη̃ς ὅτε ἐγένετο ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν
5 καὶ πα̃ν χλωρὸν ἀγρου̃ πρὸ του̃ γενέσθαι ἐπὶ τη̃ς γη̃ς καὶ πάντα χόρτον ἀγρου̃ πρὸ του̃ ἀνατει̃λαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γη̃ν καὶ ἄνθρωπος οὐκ ἠ̃ν ἐργάζεσθαι τὴν γη̃ν
6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τη̃ς γη̃ς καὶ ἐπότιζεν πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς
7 καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χου̃ν ἀπὸ τη̃ς γη̃ς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτου̃ πνοὴν ζωη̃ς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζω̃σαν
8 καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν Εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκει̃ τὸν ἄνθρωπον ὃν ἔπλασεν
9 καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πα̃ν ξύλον ὡραι̃ον εἰς ὅρασιν καὶ καλὸν εἰς βρω̃σιν καὶ τὸ ξύλον τη̃ς ζωη̃ς ἐν μέσω̨ τω̨̃ παραδείσω̨ καὶ τὸ ξύλον του̃ εἰδέναι γνωστὸν καλου̃ καὶ πονηρου̃
10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον ἐκει̃θεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς
11 ὄνομα τω̨̃ ἑνὶ Φισων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Ευιλατ ἐκει̃ οὑ̃ ἐστιν τὸ χρυσίον
12 τὸ δὲ χρυσίον τη̃ς γη̃ς ἐκείνης καλόν καὶ ἐκει̃ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος
13 καὶ ὄνομα τω̨̃ ποταμω̨̃ τω̨̃ δευτέρω̨ Γηων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Αἰθιοπίας
14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις οὑ̃τος ὁ πορευόμενος κατέναντι 'Ασσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὑ̃τος Εὐφράτης
15 καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τω̨̃ παραδείσω̨ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν
16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς τω̨̃ Αδαμ λέγων ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨ βρώσει φάγη̨
17 ἀπὸ δὲ του̃ ξύλου του̃ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ' αὐτου̃ ἡ̨̃ δ' ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ θανάτω̨ ἀποθανει̃σθε
18 καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ καλὸν εἰ̃ναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτω̨̃ βοηθὸν κατ' αὐτόν
19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδει̃ν τί καλέσει αὐτά καὶ πα̃ν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζω̃σαν του̃το ὄνομα αὐτου̃
20 καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πα̃σιν τοι̃ς κτήνεσιν καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃ τω̨̃ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτω̨̃
21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τω̃ν πλευρω̃ν αὐτου̃ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτη̃ς
22 καὶ ὠ̨κοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ του̃ Αδαμ εἰς γυναι̃κα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ
23 καὶ εἰ̃πεν Αδαμ του̃το νυ̃ν ὀστου̃ν ἐκ τω̃ν ὀστέων μου καὶ σὰρξ ἐκ τη̃ς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ του̃ ἀνδρὸς αὐτη̃ς ἐλήμφθη αὕτη
24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ προσκολληθήσεται πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
25 καὶ ἠ̃σαν οἱ δύο γυμνοί ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ καὶ οὐκ ἠ̨σχύνοντο

ΓΕΝΕΣΙΣ, κεφαλίς 3

1 ὁ δὲ ὄφις ἠ̃ν φρονιμώτατος πάντων τω̃ν θηρίων τω̃ν ἐπὶ τη̃ς γη̃ς ὡ̃ν ἐποίησεν κύριος ὁ θεός καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί τί ὅτι εἰ̃πεν ὁ θεός οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨
2 καὶ εἰ̃πεν ἡ γυνὴ τω̨̃ ὄφει ἀπὸ καρπου̃ ξύλου του̃ παραδείσου φαγόμεθα
3 ἀπὸ δὲ καρπου̃ του̃ ξύλου ὅ ἐστιν ἐν μέσω̨ του̃ παραδείσου εἰ̃πεν ὁ θεός οὐ φάγεσθε ἀπ' αὐτου̃ οὐδὲ μὴ ἅψησθε αὐτου̃ ἵνα μὴ ἀποθάνητε
4 καὶ εἰ̃πεν ὁ ὄφις τη̨̃ γυναικί οὐ θανάτω̨ ἀποθανει̃σθε
5 ἤ̨δει γὰρ ὁ θεὸς ὅτι ἐν ἡ̨̃ ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ διανοιχθήσονται ὑμω̃ν οἱ ὀφθαλμοί καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν
6 καὶ εἰ̃δεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρω̃σιν καὶ ὅτι ἀρεστὸν τοι̃ς ὀφθαλμοι̃ς ἰδει̃ν καὶ ὡραι̃όν ἐστιν του̃ κατανοη̃σαι καὶ λαβου̃σα του̃ καρπου̃ αὐτου̃ ἔφαγεν καὶ ἔδωκεν καὶ τω̨̃ ἀνδρὶ αὐτη̃ς μετ' αὐτη̃ς καὶ ἔφαγον
7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τω̃ν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἠ̃σαν καὶ ἔρραψαν φύλλα συκη̃ς καὶ ἐποίησαν ἑαυτοι̃ς περιζώματα
8 καὶ ἤκουσαν τὴν φωνὴν κυρίου του̃ θεου̃ περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ τὸ δειλινόν καὶ ἐκρύβησαν ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ ἀπὸ προσώπου κυρίου του̃ θεου̃ ἐν μέσω̨ του̃ ξύλου του̃ παραδείσου
9 καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαμ καὶ εἰ̃πεν αὐτω̨̃ Αδαμ που̃ εἰ̃
10 καὶ εἰ̃πεν αὐτω̨̃ τὴν φωνήν σου ἤκουσα περιπατου̃ντος ἐν τω̨̃ παραδείσω̨ καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι καὶ ἐκρύβην
11 καὶ εἰ̃πεν αὐτω̨̃ τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἰ̃ μὴ ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἔφαγες
12 καὶ εἰ̃πεν ὁ Αδαμ ἡ γυνή ἣν ἔδωκας μετ' ἐμου̃ αὕτη μοι ἔδωκεν ἀπὸ του̃ ξύλου καὶ ἔφαγον
13 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τη̨̃ γυναικί τί του̃το ἐποίησας καὶ εἰ̃πεν ἡ γυνή ὁ ὄφις ἠπάτησέν με καὶ ἔφαγον
14 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ ὄφει ὅτι ἐποίησας του̃το ἐπικατάρατος σὺ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων τη̃ς γη̃ς ἐπὶ τω̨̃ στήθει σου καὶ τη̨̃ κοιλία̨ πορεύση̨ καὶ γη̃ν φάγη̨ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου
15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τη̃ς γυναικὸς καὶ ἀνὰ μέσον του̃ σπέρματός σου καὶ ἀνὰ μέσον του̃ σπέρματος αὐτη̃ς αὐτός σου τηρήσει κεφαλήν καὶ σὺ τηρήσεις αὐτου̃ πτέρναν
16 καὶ τη̨̃ γυναικὶ εἰ̃πεν πληθύνων πληθυνω̃ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου ἐν λύπαις τέξη̨ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει
17 τω̨̃ δὲ Αδαμ εἰ̃πεν ὅτι ἤκουσας τη̃ς φωνη̃ς τη̃ς γυναικός σου καὶ ἔφαγες ἀπὸ του̃ ξύλου οὑ̃ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγει̃ν ἀπ' αὐτου̃ ἐπικατάρατος ἡ γη̃ ἐν τοι̃ς ἔργοις σου ἐν λύπαις φάγη̨ αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου
18 ἀκάνθας καὶ τριβόλους ἀνατελει̃ σοι καὶ φάγη̨ τὸν χόρτον του̃ ἀγρου̃
19 ἐν ἱδρω̃τι του̃ προσώπου σου φάγη̨ τὸν ἄρτον σου ἕως του̃ ἀποστρέψαι σε εἰς τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθης ὅτι γη̃ εἰ̃ καὶ εἰς γη̃ν ἀπελεύση̨
20 καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τη̃ς γυναικὸς αὐτου̃ Ζωή ὅτι αὕτη μήτηρ πάντων τω̃ν ζώντων
21 καὶ ἐποίησεν κύριος ὁ θεὸς τω̨̃ Αδαμ καὶ τη̨̃ γυναικὶ αὐτου̃ χιτω̃νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς
22 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ Αδαμ γέγονεν ὡς εἱ̃ς ἐξ ἡμω̃ν του̃ γινώσκειν καλὸν καὶ πονηρόν καὶ νυ̃ν μήποτε ἐκτείνη̨ τὴν χει̃ρα καὶ λάβη̨ του̃ ξύλου τη̃ς ζωη̃ς καὶ φάγη̨ καὶ ζήσεται εἰς τὸν αἰω̃να
23 καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ του̃ παραδείσου τη̃ς τρυφη̃ς ἐργάζεσθαι τὴν γη̃ν ἐξ ἡ̃ς ἐλήμφθη
24 καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατώ̨κισεν αὐτὸν ἀπέναντι του̃ παραδείσου τη̃ς τρυφη̃ς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν του̃ ξύλου τη̃ς ζωη̃ς

ΓΕΝΕΣΙΣ, κεφαλίς 4

1 Αδαμ δὲ ἔγνω Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Καιν καὶ εἰ̃πεν ἐκτησάμην ἄνθρωπον διὰ του̃ θεου̃
2 καὶ προσέθηκεν τεκει̃ν τὸν ἀδελφὸν αὐτου̃ τὸν Αβελ καὶ ἐγένετο Αβελ ποιμὴν προβάτων Καιν δὲ ἠ̃ν ἐργαζόμενος τὴν γη̃ν
3 καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν Καιν ἀπὸ τω̃ν καρπω̃ν τη̃ς γη̃ς θυσίαν τω̨̃ κυρίω̨
4 καὶ Αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν προβάτων αὐτου̃ καὶ ἀπὸ τω̃ν στεάτων αὐτω̃ν καὶ ἐπει̃δεν ὁ θεὸς ἐπὶ Αβελ καὶ ἐπὶ τοι̃ς δώροις αὐτου̃
5 ἐπὶ δὲ Καιν καὶ ἐπὶ ται̃ς θυσίαις αὐτου̃ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν Καιν λίαν καὶ συνέπεσεν τω̨̃ προσώπω̨
6 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου
7 οὐκ ἐὰν ὀρθω̃ς προσενέγκη̨ς ὀρθω̃ς δὲ μὴ διέλη̨ς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτου̃ καὶ σὺ ἄρξεις αὐτου̃
8 καὶ εἰ̃πεν Καιν πρὸς Αβελ τὸν ἀδελφὸν αὐτου̃ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐν τω̨̃ πεδίω̨ καὶ ἀνέστη Καιν ἐπὶ Αβελ τὸν ἀδελφὸν αὐτου̃ καὶ ἀπέκτεινεν αὐτόν
9 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Καιν που̃ ἐστιν Αβελ ὁ ἀδελφός σου ὁ δὲ εἰ̃πεν οὐ γινώσκω μὴ φύλαξ του̃ ἀδελφου̃ μού εἰμι ἐγώ
10 καὶ εἰ̃πεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος του̃ ἀδελφου̃ σου βοα̨̃ πρός με ἐκ τη̃ς γη̃ς
11 καὶ νυ̃ν ἐπικατάρατος σὺ ἀπὸ τη̃ς γη̃ς ἣ ἔχανεν τὸ στόμα αὐτη̃ς δέξασθαι τὸ αἱ̃μα του̃ ἀδελφου̃ σου ἐκ τη̃ς χειρός σου
12 ὅτι ἐργα̨̃ τὴν γη̃ν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτη̃ς δου̃ναί σοι στένων καὶ τρέμων ἔση̨ ἐπὶ τη̃ς γη̃ς
13 καὶ εἰ̃πεν Καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου του̃ ἀφεθη̃ναί με
14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τη̃ς γη̃ς καὶ ἀπὸ του̃ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τη̃ς γη̃ς καὶ ἔσται πα̃ς ὁ εὑρίσκων με ἀποκτενει̃ με
15 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ὁ θεός οὐχ οὕτως πα̃ς ὁ ἀποκτείνας Καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημει̃ον τω̨̃ Καιν του̃ μὴ ἀνελει̃ν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν
16 ἐξη̃λθεν δὲ Καιν ἀπὸ προσώπου του̃ θεου̃ καὶ ὤ̨κησεν ἐν γη̨̃ Ναιδ κατέναντι Εδεμ
17 καὶ ἔγνω Καιν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν τὸν Ενωχ καὶ ἠ̃ν οἰκοδομω̃ν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ Ενωχ
18 ἐγενήθη δὲ τω̨̃ Ενωχ Γαιδαδ καὶ Γαιδαδ ἐγέννησεν τὸν Μαιηλ καὶ Μαιηλ ἐγέννησεν τὸν Μαθουσαλα καὶ Μαθουσαλα ἐγέννησεν τὸν Λαμεχ
19 καὶ ἔλαβεν ἑαυτω̨̃ Λαμεχ δύο γυναι̃κας ὄνομα τη̨̃ μια̨̃ Αδα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Σελλα
20 καὶ ἔτεκεν Αδα τὸν Ιωβελ οὑ̃τος ἠ̃ν ὁ πατὴρ οἰκούντων ἐν σκηναι̃ς κτηνοτρόφων
21 καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιουβαλ οὑ̃τος ἠ̃ν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν
22 Σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θοβελ καὶ ἠ̃ν σφυροκόπος χαλκεὺς χαλκου̃ καὶ σιδήρου ἀδελφὴ δὲ Θοβελ Νοεμα
23 εἰ̃πεν δὲ Λαμεχ ται̃ς ἑαυτου̃ γυναιξίν Αδα καὶ Σελλα ἀκούσατέ μου τη̃ς φωνη̃ς γυναι̃κες Λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραυ̃μα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί
24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Καιν ἐκ δὲ Λαμεχ ἑβδομηκοντάκις ἑπτά
25 ἔγνω δὲ Αδαμ Ευαν τὴν γυναι̃κα αὐτου̃ καὶ συλλαβου̃σα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Αβελ ὃν ἀπέκτεινεν Καιν
26 καὶ τω̨̃ Σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ενως οὑ̃τος ἤλπισεν ἐπικαλει̃σθαι τὸ ὄνομα κυρίου του̃ θεου̃

ΓΕΝΕΣΙΣ, κεφαλίς 5

1 αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν Αδαμ κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν
2 ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτω̃ν Αδαμ ἡ̨̃ ἡμέρα̨ ἐποίησεν αὐτούς
3 ἔζησεν δὲ Αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτου̃ καὶ κατὰ τὴν εἰκόνα αὐτου̃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Σηθ
4 ἐγένοντο δὲ αἱ ἡμέραι Αδαμ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
5 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν
6 ἔζησεν δὲ Σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ενως
7 καὶ ἔζησεν Σηθ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
8 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν
9 καὶ ἔζησεν Ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Καιναν
10 καὶ ἔζησεν Ενως μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
11 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν
12 καὶ ἔζησεν Καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Μαλελεηλ
13 καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
14 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν
15 καὶ ἔζησεν Μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Ιαρεδ
16 καὶ ἔζησεν Μαλελεηλ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
17 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν
18 καὶ ἔζησεν Ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Ενωχ
19 καὶ ἔζησεν Ιαρεδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
20 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν
21 καὶ ἔζησεν Ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Μαθουσαλα
22 εὐηρέστησεν δὲ Ενωχ τω̨̃ θεω̨̃ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
23 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη
24 καὶ εὐηρέστησεν Ενωχ τω̨̃ θεω̨̃ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός
25 καὶ ἔζησεν Μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν Λαμεχ
26 καὶ ἔζησεν Μαθουσαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
27 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν
28 καὶ ἔζησεν Λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν
29 καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ Νωε λέγων οὑ̃τος διαναπαύσει ἡμα̃ς ἀπὸ τω̃ν ἔργων ἡμω̃ν καὶ ἀπὸ τω̃ν λυπω̃ν τω̃ν χειρω̃ν ἡμω̃ν καὶ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς κατηράσατο κύριος ὁ θεός
30 καὶ ἔζησεν Λαμεχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
31 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν
32 καὶ ἠ̃ν Νωε ἐτω̃ν πεντακοσίων καὶ ἐγέννησεν Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ

ΓΕΝΕΣΙΣ, κεφαλίς 6

1 καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τη̃ς γη̃ς καὶ θυγατέρες ἐγενήθησαν αὐτοι̃ς
2 ἰδόντες δὲ οἱ υἱοὶ του̃ θεου̃ τὰς θυγατέρας τω̃ν ἀνθρώπων ὅτι καλαί εἰσιν ἔλαβον ἑαυτοι̃ς γυναι̃κας ἀπὸ πασω̃ν ὡ̃ν ἐξελέξαντο
3 καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ μὴ καταμείνη̨ τὸ πνευ̃μά μου ἐν τοι̃ς ἀνθρώποις τούτοις εἰς τὸν αἰω̃να διὰ τὸ εἰ̃ναι αὐτοὺς σάρκας ἔσονται δὲ αἱ ἡμέραι αὐτω̃ν ἑκατὸν εἴκοσι ἔτη
4 οἱ δὲ γίγαντες ἠ̃σαν ἐπὶ τη̃ς γη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ μετ' ἐκει̃νο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ του̃ θεου̃ πρὸς τὰς θυγατέρας τω̃ν ἀνθρώπων καὶ ἐγεννω̃σαν ἑαυτοι̃ς ἐκει̃νοι ἠ̃σαν οἱ γίγαντες οἱ ἀπ' αἰω̃νος οἱ ἄνθρωποι οἱ ὀνομαστοί
5 ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τω̃ν ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς τις διανοει̃ται ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας
6 καὶ ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ διενοήθη
7 καὶ εἰ̃πεν ὁ θεός ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετω̃ν ἕως τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς
8 Νωε δὲ εὑ̃ρεν χάριν ἐναντίον κυρίου του̃ θεου̃
9 αὑ̃ται δὲ αἱ γενέσεις Νωε Νωε ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τη̨̃ γενεα̨̃ αὐτου̃ τω̨̃ θεω̨̃ εὐηρέστησεν Νωε
10 ἐγέννησεν δὲ Νωε τρει̃ς υἱούς τὸν Σημ τὸν Χαμ τὸν Ιαφεθ
11 ἐφθάρη δὲ ἡ γη̃ ἐναντίον του̃ θεου̃ καὶ ἐπλήσθη ἡ γη̃ ἀδικίας
12 καὶ εἰ̃δεν κύριος ὁ θεὸς τὴν γη̃ν καὶ ἠ̃ν κατεφθαρμένη ὅτι κατέφθειρεν πα̃σα σὰρξ τὴν ὁδὸν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς
13 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Νωε καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου ὅτι ἐπλήσθη ἡ γη̃ ἀδικίας ἀπ' αὐτω̃ν καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γη̃ν
14 ποίησον οὐ̃ν σεαυτω̨̃ κιβωτὸν ἐκ ξύλων τετραγώνων νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τη̨̃ ἀσφάλτω̨
15 καὶ οὕτως ποιήσεις τὴν κιβωτόν τριακοσίων πήχεων τὸ μη̃κος τη̃ς κιβωτου̃ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτη̃ς
16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πη̃χυν συντελέσεις αὐτὴν ἄνωθεν τὴν δὲ θύραν τη̃ς κιβωτου̃ ποιήσεις ἐκ πλαγίων κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν
17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γη̃ν καταφθει̃ραι πα̃σαν σάρκα ἐν ἡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς ὑποκάτω του̃ οὐρανου̃ καὶ ὅσα ἐὰν ἠ̨̃ ἐπὶ τη̃ς γη̃ς τελευτήσει
18 καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ εἰσελεύση̨ δὲ εἰς τὴν κιβωτόν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃
19 καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν καὶ ἀπὸ πάντων τω̃ν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφη̨ς μετὰ σεαυτου̃ ἄρσεν καὶ θη̃λυ ἔσονται
20 ἀπὸ πάντων τω̃ν ὀρνέων τω̃ν πετεινω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν κτηνω̃ν κατὰ γένος καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σου̃ ἄρσεν καὶ θη̃λυ
21 σὺ δὲ λήμψη̨ σεαυτω̨̃ ἀπὸ πάντων τω̃ν βρωμάτων ἃ ἔδεσθε καὶ συνάξεις πρὸς σεαυτόν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγει̃ν
22 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός οὕτως ἐποίησεν

ΓΕΝΕΣΙΣ, κεφαλίς 7

1 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε εἴσελθε σὺ καὶ πα̃ς ὁ οἰ̃κός σου εἰς τὴν κιβωτόν ὅτι σὲ εἰ̃δον δίκαιον ἐναντίον μου ἐν τη̨̃ γενεα̨̃ ταύτη̨
2 ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ
3 καὶ ἀπὸ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ τω̃ν καθαρω̃ν ἑπτὰ ἑπτά ἄρσεν καὶ θη̃λυ καὶ ἀπὸ τω̃ν πετεινω̃ν τω̃ν μὴ καθαρω̃ν δύο δύο ἄρσεν καὶ θη̃λυ διαθρέψαι σπέρμα ἐπὶ πα̃σαν τὴν γη̃ν
4 ἔτι γὰρ ἡμερω̃ν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γη̃ν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πα̃σαν τὴν ἐξανάστασιν ἣν ἐποίησα ἀπὸ προσώπου τη̃ς γη̃ς
5 καὶ ἐποίησεν Νωε πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός
6 Νωε δὲ ἠ̃ν ἐτω̃ν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐγένετο ὕδατος ἐπὶ τη̃ς γη̃ς
7 εἰση̃λθεν δὲ Νωε καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἡ γυνὴ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ του̃ κατακλυσμου̃
8 καὶ ἀπὸ τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν μὴ καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς
9 δύο δύο εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν ἄρσεν καὶ θη̃λυ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός
10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ του̃ κατακλυσμου̃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς
11 ἐν τω̨̃ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ δευτέρου μηνός ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐρράγησαν πα̃σαι αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ ἠνεώ̨χθησαν
12 καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τη̃ς γη̃ς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας
13 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἰση̃λθεν Νωε Σημ Χαμ Ιαφεθ υἱοὶ Νωε καὶ ἡ γυνὴ Νωε καὶ αἱ τρει̃ς γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ εἰς τὴν κιβωτόν
14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος καὶ πα̃ν πετεινὸν κατὰ γένος
15 εἰση̃λθον πρὸς Νωε εἰς τὴν κιβωτόν δύο δύο ἀπὸ πάσης σαρκός ἐν ὡ̨̃ ἐστιν πνευ̃μα ζωη̃ς
16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θη̃λυ ἀπὸ πάσης σαρκὸς εἰση̃λθεν καθὰ ἐνετείλατο ὁ θεὸς τω̨̃ Νωε καὶ ἔκλεισεν κύριος ὁ θεὸς ἔξωθεν αὐτου̃ τὴν κιβωτόν
17 καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τη̃ς γη̃ς καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπη̃ρεν τὴν κιβωτόν καὶ ὑψώθη ἀπὸ τη̃ς γη̃ς
18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω του̃ ὕδατος
19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρω̃ς ἐπὶ τη̃ς γη̃ς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά ἃ ἠ̃ν ὑποκάτω του̃ οὐρανου̃
20 δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά
21 καὶ ἀπέθανεν πα̃σα σὰρξ κινουμένη ἐπὶ τη̃ς γη̃ς τω̃ν πετεινω̃ν καὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν θηρίων καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς καὶ πα̃ς ἄνθρωπος
22 καὶ πάντα ὅσα ἔχει πνοὴν ζωη̃ς καὶ πα̃ς ὃς ἠ̃ν ἐπὶ τη̃ς ξηρα̃ς ἀπέθανεν
23 καὶ ἐξήλειψεν πα̃ν τὸ ἀνάστημα ὃ ἠ̃ν ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετω̃ν καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ ἐξηλείφθησαν ἀπὸ τη̃ς γη̃ς καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃
24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τη̃ς γη̃ς ἡμέρας ἑκατὸν πεντήκοντα

ΓΕΝΕΣΙΣ, κεφαλίς 8

1 καὶ ἐμνήσθη ὁ θεὸς του̃ Νωε καὶ πάντων τω̃ν θηρίων καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάντων τω̃ν πετεινω̃ν καὶ πάντων τω̃ν ἑρπετω̃ν ὅσα ἠ̃ν μετ' αὐτου̃ ἐν τη̨̃ κιβωτω̨̃ καὶ ἐπήγαγεν ὁ θεὸς πνευ̃μα ἐπὶ τὴν γη̃ν καὶ ἐκόπασεν τὸ ὕδωρ
2 καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τη̃ς ἀβύσσου καὶ οἱ καταρράκται του̃ οὐρανου̃ καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ του̃ οὐρανου̃
3 καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τη̃ς γη̃ς ἐνεδίδου καὶ ἠλαττονου̃το τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας
4 καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τω̨̃ ἑβδόμω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐπὶ τὰ ὄρη τὰ Αραρατ
5 τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονου̃το ἕως του̃ δεκάτου μηνός ἐν δὲ τω̨̃ ἑνδεκάτω̨ μηνί τη̨̃ πρώτη̨ του̃ μηνός ὤφθησαν αἱ κεφαλαὶ τω̃ν ὀρέων
6 καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέω̨ξεν Νωε τὴν θυρίδα τη̃ς κιβωτου̃ ἣν ἐποίησεν
7 καὶ ἀπέστειλεν τὸν κόρακα του̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως του̃ ξηρανθη̃ναι τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς
8 καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτου̃ ἰδει̃ν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς
9 καὶ οὐχ εὑρου̃σα ἡ περιστερὰ ἀνάπαυσιν τοι̃ς ποσὶν αὐτη̃ς ὑπέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν ὅτι ὕδωρ ἠ̃ν ἐπὶ παντὶ προσώπω̨ πάσης τη̃ς γη̃ς καὶ ἐκτείνας τὴν χει̃ρα αὐτου̃ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν
10 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τη̃ς κιβωτου̃
11 καὶ ἀνέστρεψεν πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν καὶ εἰ̃χεν φύλλον ἐλαίας κάρφος ἐν τω̨̃ στόματι αὐτη̃ς καὶ ἔγνω Νωε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς
12 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν καὶ οὐ προσέθετο του̃ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι
13 καὶ ἐγένετο ἐν τω̨̃ ἑνὶ καὶ ἑξακοσιοστω̨̃ ἔτει ἐν τη̨̃ ζωη̨̃ του̃ Νωε του̃ πρώτου μηνός μια̨̃ του̃ μηνός ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ τη̃ς γη̃ς καὶ ἀπεκάλυψεν Νωε τὴν στέγην τη̃ς κιβωτου̃ ἣν ἐποίησεν καὶ εἰ̃δεν ὅτι ἐξέλιπεν τὸ ὕδωρ ἀπὸ προσώπου τη̃ς γη̃ς
14 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἑβδόμη̨ καὶ εἰκάδι του̃ μηνός ἐξηράνθη ἡ γη̃
15 καὶ εἰ̃πεν κύριος ὁ θεὸς τω̨̃ Νωε λέγων
16 ἔξελθε ἐκ τη̃ς κιβωτου̃ σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν σου μετὰ σου̃
17 καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σου̃ καὶ πα̃σα σὰρξ ἀπὸ πετεινω̃ν ἕως κτηνω̃ν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς ἐξάγαγε μετὰ σεαυτου̃ καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τη̃ς γη̃ς
18 καὶ ἐξη̃λθεν Νωε καὶ ἡ γυνὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ αἱ γυναι̃κες τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃
19 καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πα̃ν πετεινὸν καὶ πα̃ν ἑρπετὸν κινούμενον ἐπὶ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν ἐξήλθοσαν ἐκ τη̃ς κιβωτου̃
20 καὶ ὠ̨κοδόμησεν Νωε θυσιαστήριον τω̨̃ θεω̨̃ καὶ ἔλαβεν ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀπὸ πάντων τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον
21 καὶ ὠσφράνθη κύριος ὁ θεὸς ὀσμὴν εὐωδίας καὶ εἰ̃πεν κύριος ὁ θεὸς διανοηθείς οὐ προσθήσω ἔτι του̃ καταράσασθαι τὴν γη̃ν διὰ τὰ ἔργα τω̃ν ἀνθρώπων ὅτι ἔγκειται ἡ διάνοια του̃ ἀνθρώπου ἐπιμελω̃ς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος οὐ προσθήσω οὐ̃ν ἔτι πατάξαι πα̃σαν σάρκα ζω̃σαν καθὼς ἐποίησα
22 πάσας τὰς ἡμέρας τη̃ς γη̃ς σπέρμα καὶ θερισμός ψυ̃χος καὶ καυ̃μα θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν

ΓΕΝΕΣΙΣ, κεφαλίς 9

1 καὶ ηὐλόγησεν ὁ θεὸς τὸν Νωε καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν αὐτοι̃ς αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς
2 καὶ ὁ τρόμος ὑμω̃ν καὶ ὁ φόβος ἔσται ἐπὶ πα̃σιν τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ ἐπὶ πάντα τὰ ὄρνεα του̃ οὐρανου̃ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τη̃ς θαλάσσης ὑπὸ χει̃ρας ὑμι̃ν δέδωκα
3 καὶ πα̃ν ἑρπετόν ὅ ἐστιν ζω̃ν ὑμι̃ν ἔσται εἰς βρω̃σιν ὡς λάχανα χόρτου δέδωκα ὑμι̃ν τὰ πάντα
4 πλὴν κρέας ἐν αἵματι ψυχη̃ς οὐ φάγεσθε
5 καὶ γὰρ τὸ ὑμέτερον αἱ̃μα τω̃ν ψυχω̃ν ὑμω̃ν ἐκζητήσω ἐκ χειρὸς πάντων τω̃ν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφου̃ ἐκζητήσω τὴν ψυχὴν του̃ ἀνθρώπου
6 ὁ ἐκχέων αἱ̃μα ἀνθρώπου ἀντὶ του̃ αἵματος αὐτου̃ ἐκχυθήσεται ὅτι ἐν εἰκόνι θεου̃ ἐποίησα τὸν ἄνθρωπον
7 ὑμει̃ς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ πληθύνεσθε ἐπ' αὐτη̃ς
8 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ μετ' αὐτου̃ λέγων
9 ἐγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμι̃ν καὶ τω̨̃ σπέρματι ὑμω̃ν μεθ' ὑμα̃ς
10 καὶ πάση̨ ψυχη̨̃ τη̨̃ ζώση̨ μεθ' ὑμω̃ν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνω̃ν καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς ὅσα μεθ' ὑμω̃ν ἀπὸ πάντων τω̃ν ἐξελθόντων ἐκ τη̃ς κιβωτου̃
11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμα̃ς καὶ οὐκ ἀποθανει̃ται πα̃σα σὰρξ ἔτι ἀπὸ του̃ ὕδατος του̃ κατακλυσμου̃ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος του̃ καταφθει̃ραι πα̃σαν τὴν γη̃ν
12 καὶ εἰ̃πεν κύριος ὁ θεὸς πρὸς Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἥ ἐστιν μεθ' ὑμω̃ν εἰς γενεὰς αἰωνίους
13 τὸ τόξον μου τίθημι ἐν τη̨̃ νεφέλη̨ καὶ ἔσται εἰς σημει̃ον διαθήκης ἀνὰ μέσον ἐμου̃ καὶ τη̃ς γη̃ς
14 καὶ ἔσται ἐν τω̨̃ συννεφει̃ν με νεφέλας ἐπὶ τὴν γη̃ν ὀφθήσεται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨
15 καὶ μνησθήσομαι τη̃ς διαθήκης μου ἥ ἐστιν ἀνὰ μέσον ἐμου̃ καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλει̃ψαι πα̃σαν σάρκα
16 καὶ ἔσται τὸ τόξον μου ἐν τη̨̃ νεφέλη̨ καὶ ὄψομαι του̃ μνησθη̃ναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης ψυχη̃ς ζώσης ἐν πάση̨ σαρκί ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς
17 καὶ εἰ̃πεν ὁ θεὸς τω̨̃ Νωε του̃το τὸ σημει̃ον τη̃ς διαθήκης ἡ̃ς διεθέμην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον πάσης σαρκός ἥ ἐστιν ἐπὶ τη̃ς γη̃ς
18 ἠ̃σαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τη̃ς κιβωτου̃ Σημ Χαμ Ιαφεθ Χαμ ἠ̃ν πατὴρ Χανααν
19 τρει̃ς οὑ̃τοί εἰσιν οἱ υἱοὶ Νωε ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πα̃σαν τὴν γη̃ν
20 καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γη̃ς καὶ ἐφύτευσεν ἀμπελω̃να
21 καὶ ἔπιεν ἐκ του̃ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τω̨̃ οἴκω̨ αὐτου̃
22 καὶ εἰ̃δεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν του̃ πατρὸς αὐτου̃ καὶ ἐξελθὼν ἀνήγγειλεν τοι̃ς δυσὶν ἀδελφοι̃ς αὐτου̃ ἔξω
23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νω̃τα αὐτω̃ν καὶ ἐπορεύθησαν ὀπισθοφανω̃ς καὶ συνεκάλυψαν τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν καὶ τὸ πρόσωπον αὐτω̃ν ὀπισθοφανές καὶ τὴν γύμνωσιν του̃ πατρὸς αὐτω̃ν οὐκ εἰ̃δον
24 ἐξένηψεν δὲ Νωε ἀπὸ του̃ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτω̨̃ ὁ υἱὸς αὐτου̃ ὁ νεώτερος
25 καὶ εἰ̃πεν ἐπικατάρατος Χανααν παι̃ς οἰκέτης ἔσται τοι̃ς ἀδελφοι̃ς αὐτου̃
26 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς του̃ Σημ καὶ ἔσται Χανααν παι̃ς αὐτου̃
27 πλατύναι ὁ θεὸς τω̨̃ Ιαφεθ καὶ κατοικησάτω ἐν τοι̃ς οἴκοις του̃ Σημ καὶ γενηθήτω Χανααν παι̃ς αὐτω̃ν
28 ἔζησεν δὲ Νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη
29 καὶ ἐγένοντο πα̃σαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν

ΓΕΝΕΣΙΣ, κεφαλίς 10

1 αὑ̃ται δὲ αἱ γενέσεις τω̃ν υἱω̃ν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοι̃ς υἱοὶ μετὰ τὸν κατακλυσμόν
2 υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας
3 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
4 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι 'Ρόδιοι
5 ἐκ τούτων ἀφωρίσθησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἕκαστος κατὰ γλω̃σσαν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
6 υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν
7 υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν
8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο εἰ̃ναι γίγας ἐπὶ τη̃ς γη̃ς
9 οὑ̃τος ἠ̃ν γίγας κυνηγὸς ἐναντίον κυρίου του̃ θεου̃ διὰ του̃το ἐρου̃σιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου
10 καὶ ἐγένετο ἀρχὴ τη̃ς βασιλείας αὐτου̃ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τη̨̃ γη̨̃ Σεννααρ
11 ἐκ τη̃ς γη̃ς ἐκείνης ἐξη̃λθεν Ασσουρ καὶ ὠ̨κοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ
12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη
13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ
14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξη̃λθεν ἐκει̃θεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ
15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδω̃να πρωτότοκον καὶ τὸν Χετται̃ον
16 καὶ τὸν Ιεβουσαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον
17 καὶ τὸν Ευαι̃ον καὶ τὸν Αρουκαι̃ον καὶ τὸν Ασενναι̃ον
18 καὶ τὸν 'Αράδιον καὶ τὸν Σαμαραι̃ον καὶ τὸν Αμαθι καὶ μετὰ του̃το διεσπάρησαν αἱ φυλαὶ τω̃ν Χαναναίων
19 καὶ ἐγένοντο τὰ ὅρια τω̃ν Χαναναίων ἀπὸ Σιδω̃νος ἕως ἐλθει̃ν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθει̃ν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα
20 οὑ̃τοι υἱοὶ Χαμ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
21 καὶ τω̨̃ Σημ ἐγενήθη καὶ αὐτω̨̃ πατρὶ πάντων τω̃ν υἱω̃ν Εβερ ἀδελφω̨̃ Ιαφεθ του̃ μείζονος
22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν
23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ
24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ
25 καὶ τω̨̃ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τω̨̃ ἑνὶ Φαλεκ ὅτι ἐν ται̃ς ἡμέραις αὐτου̃ διεμερίσθη ἡ γη̃ καὶ ὄνομα τω̨̃ ἀδελφω̨̃ αὐτου̃ Ιεκταν
26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ
27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα
28 καὶ Αβιμεηλ καὶ Σαβευ
29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὑ̃τοι υἱοὶ Ιεκταν
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτω̃ν ἀπὸ Μασση ἕως ἐλθει̃ν εἰς Σωφηρα ὄρος ἀνατολω̃ν
31 οὑ̃τοι υἱοὶ Σημ ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν κατὰ γλώσσας αὐτω̃ν ἐν ται̃ς χώραις αὐτω̃ν καὶ ἐν τοι̃ς ἔθνεσιν αὐτω̃ν
32 αὑ̃ται αἱ φυλαὶ υἱω̃ν Νωε κατὰ γενέσεις αὐτω̃ν κατὰ τὰ ἔθνη αὐτω̃ν ἀπὸ τούτων διεσπάρησαν νη̃σοι τω̃ν ἐθνω̃ν ἐπὶ τη̃ς γη̃ς μετὰ τὸν κατακλυσμόν

ΓΕΝΕΣΙΣ, κεφαλίς 11

1 καὶ ἠ̃ν πα̃σα ἡ γη̃ χει̃λος ἕν καὶ φωνὴ μία πα̃σιν
2 καὶ ἐγένετο ἐν τω̨̃ κινη̃σαι αὐτοὺς ἀπὸ ἀνατολω̃ν εὑ̃ρον πεδίον ἐν γη̨̃ Σεννααρ καὶ κατώ̨κησαν ἐκει̃
3 καὶ εἰ̃πεν ἄνθρωπος τω̨̃ πλησίον δευ̃τε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί καὶ ἐγένετο αὐτοι̃ς ἡ πλίνθος εἰς λίθον καὶ ἄσφαλτος ἠ̃ν αὐτοι̃ς ὁ πηλός
4 καὶ εἰ̃παν δευ̃τε οἰκοδομήσωμεν ἑαυτοι̃ς πόλιν καὶ πύργον οὑ̃ ἡ κεφαλὴ ἔσται ἕως του̃ οὐρανου̃ καὶ ποιήσωμεν ἑαυτοι̃ς ὄνομα πρὸ του̃ διασπαρη̃ναι ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς
5 καὶ κατέβη κύριος ἰδει̃ν τὴν πόλιν καὶ τὸν πύργον ὃν ὠ̨κοδόμησαν οἱ υἱοὶ τω̃ν ἀνθρώπων
6 καὶ εἰ̃πεν κύριος ἰδοὺ γένος ἓν καὶ χει̃λος ἓν πάντων καὶ του̃το ἤρξαντο ποιη̃σαι καὶ νυ̃ν οὐκ ἐκλείψει ἐξ αὐτω̃ν πάντα ὅσα ἂν ἐπιθω̃νται ποιει̃ν
7 δευ̃τε καὶ καταβάντες συγχέωμεν ἐκει̃ αὐτω̃ν τὴν γλω̃σσαν ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν του̃ πλησίον
8 καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκει̃θεν ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς καὶ ἐπαύσαντο οἰκοδομου̃ντες τὴν πόλιν καὶ τὸν πύργον
9 διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς Σύγχυσις ὅτι ἐκει̃ συνέχεεν κύριος τὰ χείλη πάσης τη̃ς γη̃ς καὶ ἐκει̃θεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς
10 καὶ αὑ̃ται αἱ γενέσεις Σημ Σημ υἱὸς ἑκατὸν ἐτω̃ν ὅτε ἐγέννησεν τὸν Αρφαξαδ δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν
11 καὶ ἔζησεν Σημ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
12 καὶ ἔζησεν Αρφαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καιναν
13 καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
14 καὶ ἔζησεν Σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Εβερ
15 καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
16 καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φαλεκ
17 καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
18 καὶ ἔζησεν Φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ραγαυ
19 καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
20 καὶ ἔζησεν Ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερουχ
21 καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
22 καὶ ἔζησεν Σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχωρ
23 καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
24 καὶ ἔζησεν Ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θαρα
25 καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννη̃σαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν
26 καὶ ἔζησεν Θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν
27 αὑ̃ται δὲ αἱ γενέσεις Θαρα Θαρα ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Λωτ
28 καὶ ἀπέθανεν Αρραν ἐνώπιον Θαρα του̃ πατρὸς αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἐγενήθη ἐν τη̨̃ χώρα̨ τω̃ν Χαλδαίων
29 καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοι̃ς γυναι̃κας ὄνομα τη̨̃ γυναικὶ Αβραμ Σαρα καὶ ὄνομα τη̨̃ γυναικὶ Ναχωρ Μελχα θυγάτηρ Αρραν πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα
30 καὶ ἠ̃ν Σαρα στει̃ρα καὶ οὐκ ἐτεκνοποίει
31 καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτου̃ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν του̃ υἱου̃ αὐτου̃ καὶ τὴν Σαραν τὴν νύμφην αὐτου̃ γυναι̃κα Αβραμ του̃ υἱου̃ αὐτου̃ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων πορευθη̃ναι εἰς τὴν γη̃ν Χανααν καὶ ἠ̃λθεν ἕως Χαρραν καὶ κατώ̨κησεν ἐκει̃
32 καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.