Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 12

καὶ εἰ̃πεν κύριος τω̨̃ Αβραμ ἔξελθε ἐκ τη̃ς γη̃ς σου καὶ ἐκ τη̃ς συγγενείας σου καὶ ἐκ του̃ οἴκου του̃ πατρός σου εἰς τὴν γη̃ν ἣν ἄν σοι δείξω
καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνω̃ τὸ ὄνομά σου καὶ ἔση̨ εὐλογητός
καὶ εὐλογήσω τοὺς εὐλογου̃ντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς
καὶ ἐπορεύθη Αβραμ καθάπερ ἐλάλησεν αὐτω̨̃ κύριος καὶ ὤ̨χετο μετ' αὐτου̃ Λωτ Αβραμ δὲ ἠ̃ν ἐτω̃ν ἑβδομήκοντα πέντε ὅτε ἐξη̃λθεν ἐκ Χαρραν
καὶ ἔλαβεν Αβραμ τὴν Σαραν γυναι̃κα αὐτου̃ καὶ τὸν Λωτ υἱὸν του̃ ἀδελφου̃ αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτω̃ν ὅσα ἐκτήσαντο καὶ πα̃σαν ψυχήν ἣν ἐκτήσαντο ἐν Χαρραν καὶ ἐξήλθοσαν πορευθη̃ναι εἰς γη̃ν Χανααν καὶ ἠ̃λθον εἰς γη̃ν Χανααν
καὶ διώδευσεν Αβραμ τὴν γη̃ν εἰς τὸ μη̃κος αὐτη̃ς ἕως του̃ τόπου Συχεμ ἐπὶ τὴν δρυ̃ν τὴν ὑψηλήν οἱ δὲ Χαναναι̃οι τότε κατώ̨κουν τὴν γη̃ν
καὶ ὤφθη κύριος τω̨̃ Αβραμ καὶ εἰ̃πεν αὐτω̨̃ τω̨̃ σπέρματί σου δώσω τὴν γη̃ν ταύτην καὶ ὠ̨κοδόμησεν ἐκει̃ Αβραμ θυσιαστήριον κυρίω̨ τω̨̃ ὀφθέντι αὐτω̨̃
καὶ ἀπέστη ἐκει̃θεν εἰς τὸ ὄρος κατ' ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκει̃ τὴν σκηνὴν αὐτου̃ Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ' ἀνατολάς καὶ ὠ̨κοδόμησεν ἐκει̃ θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ ἐπεκαλέσατο ἐπὶ τω̨̃ ὀνόματι κυρίου
καὶ ἀπη̃ρεν Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τη̨̃ ἐρήμω̨
10 καὶ ἐγένετο λιμὸς ἐπὶ τη̃ς γη̃ς καὶ κατέβη Αβραμ εἰς Αἴγυπτον παροικη̃σαι ἐκει̃ ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τη̃ς γη̃ς
11 ἐγένετο δὲ ἡνίκα ἤγγισεν Αβραμ εἰσελθει̃ν εἰς Αἴγυπτον εἰ̃πεν Αβραμ Σαρα τη̨̃ γυναικὶ αὐτου̃ γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἰ̃
12 ἔσται οὐ̃ν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι ἐρου̃σιν ὅτι γυνὴ αὐτου̃ αὕτη καὶ ἀποκτενου̃σίν με σὲ δὲ περιποιήσονται
13 εἰπὸν οὐ̃ν ὅτι ἀδελφὴ αὐτου̃ εἰμι ὅπως ἂν εὐ̃ μοι γένηται διὰ σέ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σου̃
14 ἐγένετο δὲ ἡνίκα εἰση̃λθεν Αβραμ εἰς Αἴγυπτον ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναι̃κα ὅτι καλὴ ἠ̃ν σφόδρα
15 καὶ εἰ̃δον αὐτὴν οἱ ἄρχοντες Φαραω καὶ ἐπή̨νεσαν αὐτὴν πρὸς Φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἰ̃κον Φαραω
16 καὶ τω̨̃ Αβραμ εὐ̃ ἐχρήσαντο δι' αὐτήν καὶ ἐγένοντο αὐτω̨̃ πρόβατα καὶ μόσχοι καὶ ὄνοι παι̃δες καὶ παιδίσκαι ἡμίονοι καὶ κάμηλοι
17 καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραω ἐτασμοι̃ς μεγάλοις καὶ πονηροι̃ς καὶ τὸν οἰ̃κον αὐτου̃ περὶ Σαρας τη̃ς γυναικὸς Αβραμ
18 καλέσας δὲ Φαραω τὸν Αβραμ εἰ̃πεν τί του̃το ἐποίησάς μοι ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν
19 ἵνα τί εἰ̃πας ὅτι ἀδελφή μού ἐστιν καὶ ἔλαβον αὐτὴν ἐμαυτω̨̃ εἰς γυναι̃κα καὶ νυ̃ν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου λαβὼν ἀπότρεχε
20 καὶ ἐνετείλατο Φαραω ἀνδράσιν περὶ Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναι̃κα αὐτου̃ καὶ πάντα ὅσα ἠ̃ν αὐτω̨̃ καὶ Λωτ μετ' αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.