Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 46

1 τάδε λέγει κύριος θεός πύλη ἡ ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς ἐν δὲ τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἀνοιχθήσεται καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας ἀνοιχθήσεται
2 καὶ εἰσελεύσεται ὁ ἀφηγούμενος κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης τη̃ς ἔξωθεν καὶ στήσεται ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης καὶ ποιήσουσιν οἱ ἱερει̃ς τὰ ὁλοκαυτώματα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ καὶ προσκυνήσει ἐπὶ του̃ προθύρου τη̃ς πύλης καὶ ἐξελεύσεται καὶ ἡ πύλη οὐ μὴ κλεισθη̨̃ ἕως ἑσπέρας
3 καὶ προσκυνήσει ὁ λαὸς τη̃ς γη̃ς κατὰ τὰ πρόθυρα τη̃ς πύλης ἐκείνης ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις ἐναντίον κυρίου
4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀφηγούμενος τω̨̃ κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον
5 καὶ μαναα πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς θυσίαν δόμα χειρὸς αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
6 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̃ς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς καὶ κριὸς ἄμωμος ἔσται
7 καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ πέμμα τω̨̃ μόσχω̨ ἔσται μαναα καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἐὰν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
8 καὶ ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἀφηγούμενον κατὰ τὴν ὁδὸν του̃ αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τη̃ς πύλης ἐξελεύσεται
9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τη̃ς γη̃ς ἐναντίον κυρίου ἐν ται̃ς ἑορται̃ς ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν προσκυνει̃ν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν οὐκ ἀναστρέψει κατὰ τὴν πύλην ἣν εἰσελήλυθεν ἀλλ' ἢ κατ' εὐθὺ αὐτη̃ς ἐξελεύσεται
10 καὶ ὁ ἀφηγούμενος ἐν μέσω̨ αὐτω̃ν ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰσελεύσεται μετ' αὐτω̃ν καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς ἐξελεύσεται
11 καὶ ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς πανηγύρεσιν ἔσται τὸ μαναα πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ καὶ τοι̃ς ἀμνοι̃ς καθὼς ἂν ἐκποιη̨̃ ἡ χεὶρ αὐτου̃ καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
12 ἐὰν δὲ ποιήση̨ ὁ ἀφηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τω̨̃ κυρίω̨ καὶ ἀνοίξει ἑαυτω̨̃ τὴν πύλην τὴν βλέπουσαν κατ' ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτου̃ καὶ τὰ του̃ σωτηρίου αὐτου̃ ὃν τρόπον ποιει̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας μετὰ τὸ ἐξελθει̃ν αὐτόν
13 καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καθ' ἡμέραν τω̨̃ κυρίω̨ πρωὶ ποιήσει αὐτόν
14 καὶ μαναα ποιήσει ἐπ' αὐτω̨̃ τὸ πρωὶ ἕκτον του̃ μέτρου καὶ ἐλαίου τὸ τρίτον του̃ ιν του̃ ἀναμει̃ξαι τὴν σεμίδαλιν μαναα τω̨̃ κυρίω̨ πρόσταγμα διὰ παντός
15 ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναα καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωὶ ὁλοκαύτωμα διὰ παντός
16 τάδε λέγει κύριος θεός ἐὰν δω̨̃ ὁ ἀφηγούμενος δόμα ἑνὶ ἐκ τω̃ν υἱω̃ν αὐτου̃ ἐκ τη̃ς κληρονομίας αὐτου̃ του̃το τοι̃ς υἱοι̃ς αὐτου̃ ἔσται κατάσχεσις ἐν κληρονομία̨
17 ἐὰν δὲ δω̨̃ δόμα ἑνὶ τω̃ν παίδων αὐτου̃ καὶ ἔσται αὐτω̨̃ ἕως του̃ ἔτους τη̃ς ἀφέσεως καὶ ἀποδώσει τω̨̃ ἀφηγουμένω̨ πλὴν τη̃ς κληρονομίας τω̃ν υἱω̃ν αὐτου̃ αὐτοι̃ς ἔσται
18 καὶ οὐ μὴ λάβη̨ ὁ ἀφηγούμενος ἐκ τη̃ς κληρονομίας του̃ λαου̃ καταδυναστευ̃σαι αὐτούς ἐκ τη̃ς κατασχέσεως αὐτου̃ κατακληρονομήσει τοι̃ς υἱοι̃ς αὐτου̃ ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τη̃ς κατασχέσεως αὐτου̃
19 καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τη̃ς κατὰ νώτου τη̃ς πύλης εἰς τὴν ἐξέδραν τω̃ν ἁγίων τω̃ν ἱερέων τὴν βλέπουσαν πρὸς βορρα̃ν καὶ ἰδοὺ τόπος ἐκει̃ κεχωρισμένος
20 καὶ εἰ̃πεν πρός με οὑ̃τος ὁ τόπος ἐστίν οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ ἱερει̃ς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκει̃ πέψουσι τὸ μαναα τὸ παράπαν του̃ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν του̃ ἁγιάζειν τὸν λαόν
21 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέν με ἐπὶ τὰ τέσσαρα μέρη τη̃ς αὐλη̃ς καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς αὐλὴ κατὰ τὸ κλίτος τη̃ς αὐλη̃ς
22 ἐπὶ τὰ τέσσαρα κλίτη τη̃ς αὐλη̃ς αὐλὴ μικρά μη̃κος πηχω̃ν τεσσαράκοντα καὶ εὐ̃ρος πηχω̃ν τριάκοντα μέτρον ἓν ται̃ς τέσσαρσιν
23 καὶ ἐξέδραι κύκλω̨ ἐν αὐται̃ς κύκλω̨ ται̃ς τέσσαρσιν καὶ μαγειρει̃α γεγονότα ὑποκάτω τω̃ν ἐξεδρω̃ν κύκλω̨
24 καὶ εἰ̃πεν πρός με οὑ̃τοι οἱ οἰ̃κοι τω̃ν μαγειρείων οὑ̃ ἑψήσουσιν ἐκει̃ οἱ λειτουργου̃ντες τω̨̃ οἴκω̨ τὰ θύματα του̃ λαου̃

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.