Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 47

1 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα του̃ οἴκου καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν του̃ αἰθρίου κατ' ἀνατολάς ὅτι τὸ πρόσωπον του̃ οἴκου ἔβλεπεν κατ' ἀνατολάς καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ του̃ κλίτους του̃ δεξιου̃ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον
2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τη̃ς αὐλη̃ς τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ του̃ κλίτους του̃ δεξιου̃
3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας καὶ μέτρον ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ διεμέτρησεν χιλίους ἐν τω̨̃ μέτρω̨ καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἀφέσεως
4 καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ἐν τω̨̃ ὕδατι ὕδωρ ἕως τω̃ν μηρω̃ν καὶ διεμέτρησεν χιλίους καὶ διη̃λθεν ὕδωρ ἕως ὀσφύος
5 καὶ διεμέτρησεν χιλίους καὶ οὐκ ἠδύνατο διελθει̃ν ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοι̃ζος χειμάρρου ὃν οὐ διαβήσονται
6 καὶ εἰ̃πεν πρός με εἰ ἑώρακας υἱὲ ἀνθρώπου καὶ ἤγαγέν με ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃
7 ἐν τη̨̃ ἐπιστροφη̨̃ μου καὶ ἰδοὺ ἐπὶ του̃ χείλους του̃ ποταμου̃ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν
8 καὶ εἰ̃πεν πρός με τὸ ὕδωρ του̃το τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν 'Αραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τη̃ς διεκβολη̃ς καὶ ὑγιάσει τὰ ὕδατα
9 καὶ ἔσται πα̃σα ψυχὴ τω̃ν ζώ̨ων τω̃ν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἂν ἐπέλθη̨ ἐκει̃ ὁ ποταμός ζήσεται καὶ ἔσται ἐκει̃ ἰχθὺς πολὺς σφόδρα ὅτι ἥκει ἐκει̃ τὸ ὕδωρ του̃το καὶ ὑγιάσει καὶ ζήσεται πα̃ν ἐφ' ὃ ἂν ἐπέλθη̨ ὁ ποταμὸς ἐκει̃ ζήσεται
10 καὶ στήσονται ἐκει̃ ἁλεει̃ς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ ψυγμὸς σαγηνω̃ν ἔσται καθ' αὑτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτη̃ς ὡς οἱ ἰχθύες τη̃ς θαλάσσης τη̃ς μεγάλης πλη̃θος πολὺ σφόδρα
11 καὶ ἐν τη̨̃ διεκβολη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ἐπιστροφη̨̃ αὐτου̃ καὶ ἐν τη̨̃ ὑπεράρσει αὐτου̃ οὐ μὴ ὑγιάσωσιν εἰς ἅλας δέδονται
12 καὶ ἐπὶ του̃ ποταμου̃ ἀναβήσεται ἐπὶ του̃ χείλους αὐτου̃ ἔνθεν καὶ ἔνθεν πα̃ν ξύλον βρώσιμον οὐ μὴ παλαιωθη̨̃ ἐπ' αὐτου̃ οὐδὲ μὴ ἐκλίπη̨ ὁ καρπὸς αὐτου̃ τη̃ς καινότητος αὐτου̃ πρωτοβολήσει διότι τὰ ὕδατα αὐτω̃ν ἐκ τω̃ν ἁγίων ταυ̃τα ἐκπορεύεται καὶ ἔσται ὁ καρπὸς αὐτω̃ν εἰς βρω̃σιν καὶ ἀνάβασις αὐτω̃ν εἰς ὑγίειαν
13 τάδε λέγει κύριος θεός ταυ̃τα τὰ ὅρια κατακληρονομήσετε τη̃ς γη̃ς ται̃ς δώδεκα φυλαι̃ς τω̃ν υἱω̃ν Ισραηλ πρόσθεσις σχοινίσματος
14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτου̃ εἰς ἣν ἠ̃ρα τὴν χει̃ρά μου του̃ δου̃ναι αὐτὴν τοι̃ς πατράσιν αὐτω̃ν καὶ πεσει̃ται ἡ γη̃ αὕτη ὑμι̃ν ἐν κληρονομία̨
15 καὶ ταυ̃τα τὰ ὅρια τη̃ς γη̃ς πρὸς βορρα̃ν ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης τη̃ς καταβαινούσης καὶ περισχιζούσης τη̃ς εἰσόδου Ημαθ Σεδδαδα
16 Βηρωθα Σεβραιμ Ηλιαμ ἀνὰ μέσον ὁρίων Δαμασκου̃ καὶ ἀνὰ μέσον ὁρίων Ημαθ αὐλὴ του̃ Σαυναν αἵ εἰσιν ἐπάνω τω̃ν ὁρίων Αυρανίτιδος
17 ταυ̃τα τὰ ὅρια ἀπὸ τη̃ς θαλάσσης ἀπὸ τη̃ς αὐλη̃ς του̃ Αιναν ὅρια Δαμασκου̃ καὶ τὰ πρὸς βορρα̃ν
18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τη̃ς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκου̃ καὶ ἀνὰ μέσον τη̃ς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τη̃ς γη̃ς του̃ Ισραηλ ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικω̃νος ταυ̃τα τὰ πρὸς ἀνατολάς
19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικω̃νος ἕως ὕδατος Μαριμωθ Καδης παρεκτει̃νον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην του̃το τὸ μέρος νότος καὶ λίψ
20 του̃το τὸ μέρος τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁρίζει ἕως κατέναντι τη̃ς εἰσόδου Ημαθ ἕως εἰσόδου αὐτου̃ ταυ̃τά ἐστιν τὰ πρὸς θάλασσαν Ημαθ
21 καὶ διαμερίσετε τὴν γη̃ν ταύτην αὐτοι̃ς ται̃ς φυλαι̃ς του̃ Ισραηλ
22 βαλει̃τε αὐτὴν ἐν κλήρω̨ ὑμι̃ν καὶ τοι̃ς προσηλύτοις τοι̃ς παροικου̃σιν ἐν μέσω̨ ὑμω̃ν οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσω̨ ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν ὡς αὐτόχθονες ἐν τοι̃ς υἱοι̃ς του̃ Ισραηλ μεθ' ὑμω̃ν φάγονται ἐν κληρονομία̨ ἐν μέσω̨ τω̃ν φυλω̃ν του̃ Ισραηλ
23 καὶ ἔσονται ἐν φυλη̨̃ προσηλύτων ἐν τοι̃ς προσηλύτοις τοι̃ς μετ' αὐτω̃ν ἐκει̃ δώσετε κληρονομίαν αὐτοι̃ς λέγει κύριος θεός
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.