Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 45

καὶ ἐν τω̨̃ καταμετρει̃σθαι ὑμα̃ς τὴν γη̃ν ἐν κληρονομία̨ ἀφοριει̃τε ἀπαρχὴν τω̨̃ κυρίω̨ ἅγιον ἀπὸ τη̃ς γη̃ς πέντε καὶ εἴκοσι χιλιάδας μη̃κος καὶ εὐ̃ρος εἴκοσι χιλιάδας ἅγιον ἔσται ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτου̃ κυκλόθεν
καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν καὶ πήχεις πεντήκοντα διάστημα αὐτω̨̃ κυκλόθεν
καὶ ἐκ ταύτης τη̃ς διαμετρήσεως διαμετρήσεις μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὐ̃ρος δέκα χιλιάδας καὶ ἐν αὐτη̨̃ ἔσται τὸ ἁγίασμα ἅγια τω̃ν ἁγίων
ἀπὸ τη̃ς γη̃ς ἔσται τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν ἐν τω̨̃ ἁγίω̨ καὶ ἔσται τοι̃ς ἐγγίζουσι λειτουργει̃ν τω̨̃ κυρίω̨ καὶ ἔσται αὐτοι̃ς τόπος εἰς οἴκους ἀφωρισμένους τω̨̃ ἁγιασμω̨̃ αὐτω̃ν
εἴκοσι καὶ πέντε χιλιάδες μη̃κος καὶ εὐ̃ρος δέκα χιλιάδες ἔσται τοι̃ς Λευίταις τοι̃ς λειτουργου̃σιν τω̨̃ οἴκω̨ αὐτοι̃ς εἰς κατάσχεσιν πόλεις του̃ κατοικει̃ν
καὶ τὴν κατάσχεσιν τη̃ς πόλεως δώσεις πέντε χιλιάδας εὐ̃ρος καὶ μη̃κος πέντε καὶ εἴκοσι χιλιάδας ὃν τρόπον ἡ ἀπαρχὴ τω̃ν ἁγίων παντὶ οἴκω̨ Ισραηλ ἔσονται
καὶ τω̨̃ ἡγουμένω̨ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τω̃ν ἁγίων εἰς κατάσχεσιν τη̃ς πόλεως κατὰ πρόσωπον τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων καὶ κατὰ πρόσωπον τη̃ς κατασχέσεως τη̃ς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τω̃ν πρὸς θάλασσαν πρὸς ἀνατολάς καὶ τὸ μη̃κος ὡς μία τω̃ν μερίδων ἀπὸ τω̃ν ὁρίων τω̃ν πρὸς θάλασσαν καὶ τὸ μη̃κος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τη̃ς γη̃ς
καὶ ἔσται αὐτω̨̃ εἰς κατάσχεσιν ἐν τω̨̃ Ισραηλ καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι του̃ Ισραηλ τὸν λαόν μου καὶ τὴν γη̃ν κατακληρονομήσουσιν οἰ̃κος Ισραηλ κατὰ φυλὰς αὐτω̃ν
τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμι̃ν οἱ ἀφηγούμενοι του̃ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ του̃ λαου̃ μου λέγει κύριος θεός
10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοι̃νιξ δικαία ἔστω ὑμι̃ν
11 τὸ μέτρον καὶ ἡ χοι̃νιξ ὁμοίως μία ἔσται του̃ λαμβάνειν τὸ δέκατον του̃ γομορ ἡ χοι̃νιξ καὶ τὸ δέκατον του̃ γομορ τὸ μέτρον πρὸς τὸ γομορ ἔσται ἴσον
12 καὶ τὸ στάθμιον εἴκοσι ὀβολοί οἱ πέντε σίκλοι πέντε καὶ οἱ δέκα σίκλοι δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνα̃ ἔσται ὑμι̃ν
13 καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριει̃τε ἕκτον του̃ μέτρου ἀπὸ του̃ γομορ του̃ πυρου̃ καὶ τὸ ἕκτον του̃ οιφι ἀπὸ του̃ κόρου τω̃ν κριθω̃ν
14 καὶ τὸ πρόσταγμα του̃ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλω̃ν ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ
15 καὶ πρόβατον ἀπὸ τω̃ν δέκα προβάτων ἀφαίρεμα ἐκ πασω̃ν τω̃ν πατριω̃ν του̃ Ισραηλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου του̃ ἐξιλάσκεσθαι περὶ ὑμω̃ν λέγει κύριος θεός
16 καὶ πα̃ς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τω̨̃ ἀφηγουμένω̨ του̃ Ισραηλ
17 καὶ διὰ του̃ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ται̃ς ἑορται̃ς καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν πάσαις ται̃ς ἑορται̃ς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου του̃ ἐξιλάσκεσθαι ὑπὲρ του̃ οἴκου Ισραηλ
18 τάδε λέγει κύριος θεός ἐν τω̨̃ πρώτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψεσθε μόσχον ἐκ βοω̃ν ἄμωμον του̃ ἐξιλάσασθαι τὸ ἅγιον
19 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ ἐξιλασμου̃ καὶ δώσει ἐπὶ τὰς φλιὰς του̃ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας του̃ ἱερου̃ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας
20 καὶ οὕτως ποιήσεις ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ μια̨̃ του̃ μηνὸς λήμψη̨ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἰ̃κον
21 καὶ ἐν τω̨̃ πρώτω̨ μηνὶ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς ἔσται ὑμι̃ν τὸ πασχα ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
22 καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὑπὲρ αὑτου̃ καὶ του̃ οἴκου καὶ ὑπὲρ παντὸς του̃ λαου̃ τη̃ς γη̃ς μόσχον ὑπὲρ ἁμαρτίας
23 καὶ τὰς ἑπτὰ ἡμέρας τη̃ς ἑορτη̃ς ποιήσει ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ' ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγω̃ν καθ' ἡμέραν
24 καὶ θυσίαν πέμμα τω̨̃ μόσχω̨ καὶ πέμμα τω̨̃ κριω̨̃ ποιήσεις καὶ ἐλαίου τὸ ιν τω̨̃ πέμματι
25 καὶ ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐν τη̨̃ ἑορτη̨̃ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τη̃ς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.