ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 35
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηιρ καὶ προφήτευσον ἐπ' αὐτὸ |
3 καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήση̨ |
4 καὶ ται̃ς πόλεσίν σου ἐρημίαν ποιήσω καὶ σὺ ἔρημος ἔση̨ καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος |
5 ἀντὶ του̃ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τω̨̃ οἴκω̨ Ισραηλ δόλω̨ ἐν χειρὶ ἐχθρω̃ν μαχαίρα̨ ἐν καιρω̨̃ ἀδικίας ἐπ' ἐσχάτω̨ |
6 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος κύριος εἰ μὴν εἰς αἱ̃μα ἥμαρτες καὶ αἱ̃μά σε διώξεται |
7 καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολω̃ ἀπ' αὐτου̃ ἀνθρώπους καὶ κτήνη |
8 καὶ ἐμπλήσω τω̃ν τραυματιω̃ν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου καὶ ἐν πα̃σι τοι̃ς πεδίοις σου τετραυματισμένοι μαχαίρα̨ πεσου̃νται ἐν σοί |
9 ἐρημίαν αἰώνιον θήσομαί σε καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθω̃σιν ἔτι καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος |
10 διὰ τὸ εἰπει̃ν σε τὰ δύο ἔθνη καὶ αἱ δύο χω̃ραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς καὶ κύριος ἐκει̃ ἐστιν |
11 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε |
12 καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τη̃ς φωνη̃ς τω̃ν βλασφημιω̃ν σου ὅτι εἰ̃πας τὰ ὄρη Ισραηλ ἔρημα ἡμι̃ν δέδοται εἰς κατάβρωμα |
13 καὶ ἐμεγαλορημόνησας ἐπ' ἐμὲ τω̨̃ στόματί σου ἐγὼ ἤκουσα |
14 τάδε λέγει κύριος ἐν τη̨̃ εὐφροσύνη̨ πάσης τη̃ς γη̃ς ἔρημον ποιήσω σε |
15 ἔρημον ἔση̨ ὄρος Σηιρ καὶ πα̃σα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.