Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 36

1 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοι̃ς ὄρεσιν του̃ Ισραηλ ἀκούσατε λόγον κυρίου
2 τάδε λέγει κύριος κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν ὁ ἐχθρὸς ἐφ' ὑμα̃ς εὐ̃γε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμι̃ν ἐγενήθη
3 διὰ του̃το προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἀντὶ του̃ ἀτιμασθη̃ναι ὑμα̃ς καὶ μισηθη̃ναι ὑμα̃ς ὑπὸ τω̃ν κύκλω̨ ὑμω̃ν του̃ εἰ̃ναι ὑμα̃ς εἰς κατάσχεσιν τοι̃ς καταλοίποις ἔθνεσιν καὶ ἀνέβητε λάλημα γλώσση̨ καὶ εἰς ὀνείδισμα ἔθνεσιν
4 διὰ του̃το ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ τοι̃ς χειμάρροις καὶ τοι̃ς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ται̃ς πόλεσιν ται̃ς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοι̃ς καταλειφθει̃σιν ἔθνεσιν περικύκλω̨
5 διὰ του̃το τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμου̃ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πα̃σαν ὅτι ἔδωκαν τὴν γη̃ν μου ἑαυτοι̃ς εἰς κατάσχεσιν μετ' εὐφροσύνης ἀτιμάσαντες ψυχὰς του̃ ἀφανίσαι ἐν προνομη̨̃
6 διὰ του̃το προφήτευσον ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ καὶ εἰπὸν τοι̃ς ὄρεσιν καὶ τοι̃ς βουνοι̃ς καὶ ται̃ς φάραγξιν καὶ ται̃ς νάπαις τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐν τω̨̃ ζήλω̨ μου καὶ ἐν τω̨̃ θυμω̨̃ μου ἐλάλησα ἀντὶ του̃ ὀνειδισμοὺς ἐθνω̃ν ἐνέγκαι ὑμα̃ς
7 διὰ του̃το ἐγὼ ἀρω̃ τὴν χει̃ρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλω̨ ὑμω̃ν οὑ̃τοι τὴν ἀτιμίαν αὐτω̃ν λήμψονται
8 ὑμω̃ν δέ ὄρη Ισραηλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμω̃ν καταφάγεται ὁ λαός μου ὅτι ἐγγίζουσιν του̃ ἐλθει̃ν
9 ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμα̃ς καὶ ἐπιβλέψω ἐφ' ὑμα̃ς καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε
10 καὶ πληθυνω̃ ἐφ' ὑμα̃ς ἀνθρώπους πα̃ν οἰ̃κον Ισραηλ εἰς τέλος καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται
11 καὶ πληθυνω̃ ἐφ' ὑμα̃ς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιω̃ ὑμα̃ς ὡς τὸ ἐν ἀρχη̨̃ ὑμω̃ν καὶ εὐ̃ ποιήσω ὑμα̃ς ὥσπερ τὰ ἔμπροσθεν ὑμω̃ν καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος
12 καὶ γεννήσω ἐφ' ὑμα̃ς ἀνθρώπους τὸν λαόν μου Ισραηλ καὶ κληρονομήσουσιν ὑμα̃ς καὶ ἔσεσθε αὐτοι̃ς εἰς κατάσχεσιν καὶ οὐ μὴ προστεθη̃τε ἔτι ἀτεκνωθη̃ναι ἀπ' αὐτω̃ν
13 τάδε λέγει κύριος κύριος ἀνθ' ὡ̃ν εἰ̃πάν σοι κατέσθουσα ἀνθρώπους εἰ̃ καὶ ἠτεκνωμένη ὑπὸ του̃ ἔθνους σου ἐγένου
14 διὰ του̃το ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι λέγει κύριος κύριος
15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ' ὑμα̃ς ἀτιμία ἐθνω̃ν καὶ ὀνειδισμοὺς λαω̃ν οὐ μὴ ἀνενέγκητε λέγει κύριος κύριος
16 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
17 υἱὲ ἀνθρώπου οἰ̃κος Ισραηλ κατώ̨κησεν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ ἐμίαναν αὐτὴν ἐν τη̨̃ ὁδω̨̃ αὐτω̃ν καὶ ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ ἐν ται̃ς ἀκαθαρσίαις αὐτω̃ν κατὰ τὴν ἀκαθαρσίαν τη̃ς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτω̃ν πρὸ προσώπου μου
18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτοὺς
19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας κατὰ τὴν ὁδὸν αὐτω̃ν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτω̃ν ἔκρινα αὐτούς
20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τω̨̃ λέγεσθαι αὐτούς λαὸς κυρίου οὑ̃τοι καὶ ἐκ τη̃ς γη̃ς αὐτου̃ ἐξεληλύθασιν
21 καὶ ἐφεισάμην αὐτω̃ν διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβήλωσαν οἰ̃κος Ισραηλ ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθοσαν ἐκει̃
22 διὰ του̃το εἰπὸν τω̨̃ οἴκω̨ Ισραηλ τάδε λέγει κύριος οὐχ ὑμι̃ν ἐγὼ ποιω̃ οἰ̃κος Ισραηλ ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον ὃ ἐβεβηλώσατε ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθετε ἐκει̃
23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοι̃ς ἔθνεσιν ὃ ἐβεβηλώσατε ἐν μέσω̨ αὐτω̃ν καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ἁγιασθη̃ναί με ἐν ὑμι̃ν κατ' ὀφθαλμοὺς αὐτω̃ν
24 καὶ λήμψομαι ὑμα̃ς ἐκ τω̃ν ἐθνω̃ν καὶ ἀθροίσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν γαιω̃ν καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν ὑμω̃ν
25 καὶ ῥανω̃ ἐφ' ὑμα̃ς ὕδωρ καθαρόν καὶ καθαρισθήσεσθε ἀπὸ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ ἀπὸ πάντων τω̃ν εἰδώλων ὑμω̃ν καὶ καθαριω̃ ὑμα̃ς
26 καὶ δώσω ὑμι̃ν καρδίαν καινὴν καὶ πνευ̃μα καινὸν δώσω ἐν ὑμι̃ν καὶ ἀφελω̃ τὴν καρδίαν τὴν λιθίνην ἐκ τη̃ς σαρκὸς ὑμω̃ν καὶ δώσω ὑμι̃ν καρδίαν σαρκίνην
27 καὶ τὸ πνευ̃μά μου δώσω ἐν ὑμι̃ν καὶ ποιήσω ἵνα ἐν τοι̃ς δικαιώμασίν μου πορεύησθε καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε
28 καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν κἀγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν
29 καὶ σώσω ὑμα̃ς ἐκ πασω̃ν τω̃ν ἀκαθαρσιω̃ν ὑμω̃ν καὶ καλέσω τὸν σι̃τον καὶ πληθυνω̃ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμα̃ς λιμόν
30 καὶ πληθυνω̃ τὸν καρπὸν του̃ ξύλου καὶ τὰ γενήματα του̃ ἀγρου̃ ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμου̃ ἐν τοι̃ς ἔθνεσιν
31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμω̃ν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιει̃τε κατὰ πρόσωπον αὐτω̃ν ἐν ται̃ς ἀνομίαις ὑμω̃ν καὶ ἐπὶ τοι̃ς βδελύγμασιν ὑμω̃ν
32 οὐ δι' ὑμα̃ς ἐγὼ ποιω̃ λέγει κύριος κύριος γνωστὸν ἔσται ὑμι̃ν αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τω̃ν ὁδω̃ν ὑμω̃ν οἰ̃κος Ισραηλ
33 τάδε λέγει κύριος ἐν ἡμέρα̨ ἡ̨̃ καθαριω̃ ὑμα̃ς ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν ὑμω̃ν καὶ κατοικιω̃ τὰς πόλεις καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι
34 καὶ ἡ γη̃ ἡ ἠφανισμένη ἐργασθήσεται ἀνθ' ὡ̃ν ὅτι ἠφανισμένη ἐγενήθη κατ' ὀφθαλμοὺς παντὸς παροδεύοντος
35 καὶ ἐρου̃σιν ἡ γη̃ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κη̃πος τρυφη̃ς καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν
36 καὶ γνώσονται τὰ ἔθνη ὅσα ἂν καταλειφθω̃σιν κύκλω̨ ὑμω̃ν ὅτι ἐγὼ κύριος ὠ̨κοδόμησα τὰς καθη̨ρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω
37 τάδε λέγει κύριος ἔτι του̃το ζητηθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ του̃ ποιη̃σαι αὐτοι̃ς πληθυνω̃ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους
38 ὡς πρόβατα ἅγια ὡς πρόβατα Ιερουσαλημ ἐν ται̃ς ἑορται̃ς αὐτη̃ς οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων καὶ γνώσονται ὅτι ἐγὼ κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.