Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 6,  στἰχοι 5-13

5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τω̃ν υἱω̃ν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλου̃νται αὐτούς καὶ ἐμνήσθην τη̃ς διαθήκης ὑμω̃ν
6 βάδιζε εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμα̃ς ἀπὸ τη̃ς δυναστείας τω̃ν Αἰγυπτίων καὶ ῥύσομαι ὑμα̃ς ἐκ τη̃ς δουλείας καὶ λυτρώσομαι ὑμα̃ς ἐν βραχίονι ὑψηλω̨̃ καὶ κρίσει μεγάλη̨
7 καὶ λήμψομαι ἐμαυτω̨̃ ὑμα̃ς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμω̃ν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ τη̃ς καταδυναστείας τω̃ν Αἰγυπτίων
8 καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν εἰς ἣν ἐξέτεινα τὴν χει̃ρά μου δου̃ναι αὐτὴν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμι̃ν αὐτὴν ἐν κλήρω̨ ἐγὼ κύριος
9 ἐλάλησεν δὲ Μωυση̃ς οὕτως τοι̃ς υἱοι̃ς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυση̨̃ ἀπὸ τη̃ς ὀλιγοψυχίας καὶ ἀπὸ τω̃ν ἔργων τω̃ν σκληρω̃ν
10 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων
11 εἴσελθε λάλησον Φαραω βασιλει̃ Αἰγύπτου ἵνα ἐξαποστείλη̨ τοὺς υἱοὺς Ισραηλ ἐκ τη̃ς γη̃ς αὐτου̃
12 ἐλάλησεν δὲ Μωυση̃ς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πω̃ς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι
13 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων καὶ συνέταξεν αὐτοι̃ς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.