1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἤδη ὄψει ἃ ποιήσω τω̨̃ Φαραω ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξαποστελει̃ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλω̨̃ ἐκβαλει̃ αὐτοὺς ἐκ τη̃ς γη̃ς αὐτου̃ |
2 ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυση̃ν καὶ εἰ̃πεν πρὸς αὐτόν ἐγὼ κύριος |
3 καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτω̃ν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοι̃ς |
4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δου̃ναι αὐτοι̃ς τὴν γη̃ν τω̃ν Χαναναίων τὴν γη̃ν ἣν παρω̨κήκασιν ἐν ἡ̨̃ καὶ παρώ̨κησαν ἐπ' αὐτη̃ς |
5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τω̃ν υἱω̃ν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλου̃νται αὐτούς καὶ ἐμνήσθην τη̃ς διαθήκης ὑμω̃ν |
6 βάδιζε εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμα̃ς ἀπὸ τη̃ς δυναστείας τω̃ν Αἰγυπτίων καὶ ῥύσομαι ὑμα̃ς ἐκ τη̃ς δουλείας καὶ λυτρώσομαι ὑμα̃ς ἐν βραχίονι ὑψηλω̨̃ καὶ κρίσει μεγάλη̨ |
7 καὶ λήμψομαι ἐμαυτω̨̃ ὑμα̃ς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμω̃ν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ τη̃ς καταδυναστείας τω̃ν Αἰγυπτίων |
8 καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν εἰς ἣν ἐξέτεινα τὴν χει̃ρά μου δου̃ναι αὐτὴν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμι̃ν αὐτὴν ἐν κλήρω̨ ἐγὼ κύριος |
9 ἐλάλησεν δὲ Μωυση̃ς οὕτως τοι̃ς υἱοι̃ς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυση̨̃ ἀπὸ τη̃ς ὀλιγοψυχίας καὶ ἀπὸ τω̃ν ἔργων τω̃ν σκληρω̃ν |
10 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων |
11 εἴσελθε λάλησον Φαραω βασιλει̃ Αἰγύπτου ἵνα ἐξαποστείλη̨ τοὺς υἱοὺς Ισραηλ ἐκ τη̃ς γη̃ς αὐτου̃ |
12 ἐλάλησεν δὲ Μωυση̃ς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πω̃ς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι |
13 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων καὶ συνέταξεν αὐτοι̃ς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου |
14 καὶ οὑ̃τοι ἀρχηγοὶ οἴκων πατριω̃ν αὐτω̃ν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην |
15 καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τη̃ς Φοινίσσης αὑ̃ται αἱ πατριαὶ τω̃ν υἱω̃ν Συμεων |
16 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Λευι κατὰ συγγενείας αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τη̃ς ζωη̃ς Λευι ἑκατὸν τριάκοντα ἑπτά |
17 καὶ οὑ̃τοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἰ̃κοι πατρια̃ς αὐτω̃ν |
18 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τη̃ς ζωη̃ς Κααθ ἑκατὸν τριάκοντα ἔτη |
19 καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὑ̃τοι οἰ̃κοι πατριω̃ν Λευι κατὰ συγγενείας αὐτω̃ν |
20 καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα του̃ ἀδελφου̃ του̃ πατρὸς αὐτου̃ ἑαυτω̨̃ εἰς γυναι̃κα καὶ ἐγέννησεν αὐτω̨̃ τόν τε Ααρων καὶ Μωυση̃ν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτω̃ν τὰ δὲ ἔτη τη̃ς ζωη̃ς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη |
21 καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι |
22 καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι |
23 ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτω̨̃ γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ |
24 υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὑ̃ται αἱ γενέσεις Κορε |
25 καὶ Ελεαζαρ ὁ του̃ Ααρων ἔλαβεν τω̃ν θυγατέρων Φουτιηλ αὐτω̨̃ γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τὸν Φινεες αὑ̃ται αἱ ἀρχαὶ πατρια̃ς Λευιτω̃ν κατὰ γενέσεις αὐτω̃ν |
26 οὑ̃τος Ααρων καὶ Μωυση̃ς οἱ̃ς εἰ̃πεν αὐτοι̃ς ὁ θεὸς ἐξαγαγει̃ν τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν δυνάμει αὐτω̃ν |
27 οὑ̃τοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυση̃ς |
28 ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος Μωυση̨̃ ἐν γη̨̃ Αἰγύπτω̨ |
29 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ |
30 καὶ εἰ̃πεν Μωυση̃ς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πω̃ς εἰσακούσεταί μου Φαραω |