Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 7

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης
σὺ δὲ λαλήσεις αὐτω̨̃ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ τη̃ς γη̃ς αὐτου̃
ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ πληθυνω̃ τὰ σημει̃ά μου καὶ τὰ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨
καὶ οὐκ εἰσακούσεται ὑμω̃ν Φαραω καὶ ἐπιβαλω̃ τὴν χει̃ρά μου ἐπ' Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλη̨
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χει̃ρα ἐπ' Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτω̃ν
ἐποίησεν δὲ Μωυση̃ς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος οὕτως ἐποίησαν
Μωυση̃ς δὲ ἠ̃ν ἐτω̃ν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτου̃ ἐτω̃ν ὀγδοήκοντα τριω̃ν ἡνίκα ἐλάλησεν πρὸς Φαραω
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
καὶ ἐὰν λαλήση̨ πρὸς ὑμα̃ς Φαραω λέγων δότε ἡμι̃ν σημει̃ον ἢ τέρας καὶ ἐρει̃ς Ααρων τω̨̃ ἀδελφω̨̃ σου λαβὲ τὴν ῥάβδον καὶ ῥι̃ψον αὐτὴν ἐπὶ τὴν γη̃ν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ ἔσται δράκων
10 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἐναντίον Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐγένετο δράκων
11 συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν ὡσαύτως
12 καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτου̃ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους
13 καὶ κατίσχυσεν ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν αὐτοι̃ς κύριος
14 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν βεβάρηται ἡ καρδία Φαραω του̃ μὴ ἐξαποστει̃λαι τὸν λαόν
15 βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήση̨ συναντω̃ν αὐτω̨̃ ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃ καὶ τὴν ῥάβδον τὴν στραφει̃σαν εἰς ὄφιν λήμψη̨ ἐν τη̨̃ χειρί σου
16 καὶ ἐρει̃ς πρὸς αὐτόν κύριος ὁ θεὸς τω̃ν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύση̨ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου
17 τάδε λέγει κύριος ἐν τούτω̨ γνώση̨ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τη̨̃ ῥάβδω̨ τη̨̃ ἐν τη̨̃ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ καὶ μεταβαλει̃ εἰς αἱ̃μα
18 καὶ οἱ ἰχθύες οἱ ἐν τω̨̃ ποταμω̨̃ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιει̃ν ὕδωρ ἀπὸ του̃ ποταμου̃
19 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων τω̨̃ ἀδελφω̨̃ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτω̃ν καὶ ἐπὶ τὰς διώρυγας αὐτω̃ν καὶ ἐπὶ τὰ ἕλη αὐτω̃ν καὶ ἐπὶ πα̃ν συνεστηκὸς ὕδωρ αὐτω̃ν καὶ ἔσται αἱ̃μα καὶ ἐγένετο αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου ἔν τε τοι̃ς ξύλοις καὶ ἐν τοι̃ς λίθοις
20 καὶ ἐποίησαν οὕτως Μωυση̃ς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος καὶ ἐπάρας τη̨̃ ῥάβδω̨ αὐτου̃ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ μετέβαλεν πα̃ν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ εἰς αἱ̃μα
21 καὶ οἱ ἰχθύες οἱ ἐν τω̨̃ ποταμω̨̃ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιει̃ν ὕδωρ ἐκ του̃ ποταμου̃ καὶ ἠ̃ν τὸ αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου
22 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ εἰ̃πεν κύριος
23 ἐπιστραφεὶς δὲ Φαραω εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ οὐκ ἐπέστησεν τὸν νου̃ν αὐτου̃ οὐδὲ ἐπὶ τούτω̨
24 ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλω̨ του̃ ποταμου̃ ὥστε πιει̃ν ὕδωρ καὶ οὐκ ἠδύναντο πιει̃ν ὕδωρ ἀπὸ του̃ ποταμου̃
25 καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.