Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 38

1 καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν
2 καὶ κατεχρύσωσεν αὐτὴν χρυσίω̨ καθαρω̨̃ ἔσωθεν καὶ ἔξωθεν
3 καὶ ἐχώνευσεν αὐτη̨̃ τέσσαρας δακτυλίους χρυσου̃ς δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον
4 εὐρει̃ς τοι̃ς διωστη̃ρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοι̃ς
5 καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τη̃ς κιβωτου̃ ἐκ χρυσίου
6 καὶ τοὺς δύο χερουβιμ χρυσου̃ς
7 χερουβ ἕνα ἐπὶ τὸ ἄκρον του̃ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον του̃ ἱλαστηρίου
8 σκιάζοντα ται̃ς πτέρυξιν αὐτω̃ν ἐπὶ τὸ ἱλαστήριον
9 καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαρου̃
10 καὶ ἐχώνευσεν αὐτη̨̃ τέσσαρας δακτυλίους δύο ἐπὶ του̃ κλίτους του̃ ἑνὸς καὶ δύο ἐπὶ του̃ κλίτους του̃ δευτέρου εὐρει̃ς ὥστε αἴρειν τοι̃ς διωστη̃ρσιν ἐν αὐτοι̃ς
11 καὶ τοὺς διωστη̃ρας τη̃ς κιβωτου̃ καὶ τη̃ς τραπέζης ἐποίησεν καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίω̨
12 καὶ ἐποίησεν τὰ σκεύη τη̃ς τραπέζης τά τε τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπείσει ἐν αὐτοι̃ς χρυσα̃
13 καὶ ἐποίησεν τὴν λυχνίαν ἣ φωτίζει χρυση̃ν στερεὰν τὸν καυλόν
14 καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν αὐτη̃ς
15 ἐκ τω̃ν καλαμίσκων αὐτη̃ς οἱ βλαστοὶ ἐξέχοντες τρει̃ς ἐκ τούτου καὶ τρει̃ς ἐκ τούτου ἐξισούμενοι ἀλλήλοις
16 καὶ τὰ λαμπάδια αὐτω̃ν ἅ ἐστιν ἐπὶ τω̃ν ἄκρων καρυωτὰ ἐξ αὐτω̃ν καὶ τὰ ἐνθέμια ἐξ αὐτω̃ν ἵνα ὠ̃σιν ἐπ' αὐτω̃ν οἱ λύχνοι καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον ἀπ' ἄκρου του̃ λαμπαδίου ἐπὶ τη̃ς κορυφη̃ς ἄνωθεν στερεὸν ὅλον χρυσου̃ν
17 καὶ ἑπτὰ λύχνους ἐπ' αὐτη̃ς χρυσου̃ς καὶ τὰς λαβίδας αὐτη̃ς χρυσα̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτω̃ν χρυσα̃ς
18 οὑ̃τος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τω̨̃ στύλω̨ δακτυλίους χρυσου̃ς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίω̨ καὶ κατεχρύσωσεν τοὺς στύλους του̃ καταπετάσματος χρυσίω̨ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσα̃ς
19 οὑ̃τος ἐποίησεν καὶ τοὺς κρίκους τη̃ς σκηνη̃ς χρυσου̃ς καὶ τοὺς κρίκους τη̃ς αὐλη̃ς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκου̃ς
20 οὑ̃τος ἐχώνευσεν τὰς κεφαλίδας τὰς ἀργυρα̃ς τη̃ς σκηνη̃ς καὶ τὰς κεφαλίδας τὰς χαλκα̃ς τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ τὴν πύλην τη̃ς αὐλη̃ς καὶ ἀγκύλας ἐποίησεν τοι̃ς στύλοις ἀργυρα̃ς ἐπὶ τω̃ν στύλων οὑ̃τος περιηργύρωσεν αὐτάς
21 οὑ̃τος ἐποίησεν καὶ τοὺς πασσάλους τη̃ς σκηνη̃ς καὶ τοὺς πασσάλους τη̃ς αὐλη̃ς χαλκου̃ς
22 οὑ̃τος ἐποίησεν τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἐκ τω̃ν πυρείων τω̃ν χαλκω̃ν ἃ ἠ̃σαν τοι̃ς ἀνδράσιν τοι̃ς καταστασιάσασι μετὰ τη̃ς Κορε συναγωγη̃ς
23 οὑ̃τος ἐποίησεν πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ τὸ πυρει̃ον αὐτου̃ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκα̃ς
24 οὑ̃τος ἐποίησεν τω̨̃ θυσιαστηρίω̨ παράθεμα ἔργον δικτυωτόν κάτωθεν του̃ πυρείου ὑπὸ αὐτὸ ἕως του̃ ἡμίσους αὐτου̃ καὶ ἐπέθηκεν αὐτω̨̃ τέσσαρας δακτυλίους ἐκ τω̃ν τεσσάρων μερω̃ν του̃ παραθέματος του̃ θυσιαστηρίου χαλκου̃ς τοι̃ς μοχλοι̃ς εὐρει̃ς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοι̃ς
25 οὑ̃τος ἐποίησεν τὸ ἔλαιον τη̃ς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν του̃ θυμιάματος καθαρὸν ἔργον μυρεψου̃
26 οὑ̃τος ἐποίησεν τὸν λουτη̃ρα χαλκου̃ν καὶ τὴν βάσιν αὐτου̃ χαλκη̃ν ἐκ τω̃ν κατόπτρων τω̃ν νηστευσασω̃ν αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν ἡ̨̃ ἡμέρα̨ ἔπηξεν αὐτήν
27 καὶ ἐποίησεν τὸν λουτη̃ρα ἵνα νίπτωνται ἐξ αὐτου̃ Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς πόδας εἰσπορευομένων αὐτω̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργει̃ν ἐνίπτοντο ἐξ αὐτου̃ καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.