1 πα̃ν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πα̃σαν τὴν ἐργασίαν τω̃ν ἁγίων ἐγένετο χρυσίου του̃ τη̃ς ἀπαρχη̃ς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον |
2 καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τω̃ν ἐπεσκεμμένων ἀνδρω̃ν τη̃ς συναγωγη̃ς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι |
3 δραχμὴ μία τη̨̃ κεφαλη̨̃ τὸ ἥμισυ του̃ σίκλου κατὰ τὸν σίκλον τὸν ἅγιον πα̃ς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα |
4 καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα του̃ ἀργυρίου εἰς τὴν χώνευσιν τω̃ν ἑκατὸν κεφαλίδων τη̃ς σκηνη̃ς καὶ εἰς τὰς κεφαλίδας του̃ καταπετάσματος ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα τάλαντον τη̨̃ κεφαλίδι |
5 καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοι̃ς στύλοις καὶ κατεχρύσωσεν τὰς κεφαλίδας αὐτω̃ν καὶ κατεκόσμησεν αὐτούς |
6 καὶ ὁ χαλκὸς του̃ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι |
7 καὶ ἐποίησεν ἐξ αὐτου̃ τὰς βάσεις τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
8 καὶ τὰς βάσεις τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τοὺς πασσάλους τη̃ς σκηνη̃ς καὶ τοὺς πασσάλους τη̃ς αὐλη̃ς κύκλω̨ |
9 καὶ τὸ παράθεμα τὸ χαλκου̃ν του̃ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλει̃α τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν |
11 τὸ δὲ λοιπὸν χρυσίον του̃ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργει̃ν ἐν αὐτοι̃ς ἔναντι κυρίου |
12 καὶ τὴν καταλειφθει̃σαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ααρων ὥστε λειτουργει̃ν ἐν αὐται̃ς ἐν τω̨̃ ἁγίω̨ |
13 καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυση̃ν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτη̃ς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους |
14 καὶ τὴν κιβωτὸν τη̃ς διαθήκης καὶ τοὺς διωστη̃ρας αὐτη̃ς |
15 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως |
16 καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτη̃ς λύχνους τη̃ς καύσεως καὶ τὸ ἔλαιον του̃ φωτὸς |
17 καὶ τὴν τράπεζαν τη̃ς προθέσεως καὶ πάντα τὰ αὐτη̃ς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους |
18 καὶ τὰς στολὰς του̃ ἁγίου αἵ εἰσιν Ααρων καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ εἰς τὴν ἱερατείαν |
19 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς καὶ πάντα τὰ ἐργαλει̃α αὐτη̃ς |
20 καὶ τὰς διφθέρας δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ τω̃ν λοιπω̃ν τὰ ἐπικαλύμματα |
21 καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλει̃α τὰ εἰς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
22 ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πα̃σαν τὴν ἀποσκευήν |
23 καὶ εἰ̃δεν Μωυση̃ς πάντα τὰ ἔργα καὶ ἠ̃σαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς Μωυση̃ς |