1 καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου χερουβιμ ἐργασία̨ ὑφάντου ποιήσεις αὐτάς |
2 μη̃κος τη̃ς αὐλαίας τη̃ς μια̃ς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὐ̃ρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται μέτρον τὸ αὐτὸ ἔσται πάσαις ται̃ς αὐλαίαις |
3 πέντε δὲ αὐλαι̃αι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τη̃ς ἑτέρας καὶ πέντε αὐλαι̃αι ἔσονται συνεχόμεναι ἑτέρα τη̨̃ ἑτέρα̨ |
4 καὶ ποιήσεις αὐται̃ς ἀγκύλας ὑακινθίνας ἐπὶ του̃ χείλους τη̃ς αὐλαίας τη̃ς μια̃ς ἐκ του̃ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ του̃ χείλους τη̃ς αὐλαίας τη̃ς ἐξωτέρας πρὸς τη̨̃ συμβολη̨̃ τη̨̃ δευτέρα̨ |
5 πεντήκοντα ἀγκύλας ποιήσεις τη̨̃ αὐλαία̨ τη̨̃ μια̨̃ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ του̃ μέρους τη̃ς αὐλαίας κατὰ τὴν συμβολὴν τη̃ς δευτέρας ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην |
6 καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσου̃ς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τη̨̃ ἑτέρα̨ τοι̃ς κρίκοις καὶ ἔσται ἡ σκηνὴ μία |
7 καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τη̃ς σκηνη̃ς ἕνδεκα δέρρεις ποιήσεις αὐτάς |
8 τὸ μη̃κος τη̃ς δέρρεως τη̃ς μια̃ς ἔσται τριάκοντα πήχεων καὶ τεσσάρων πήχεων τὸ εὐ̃ρος τη̃ς δέρρεως τη̃ς μια̃ς μέτρον τὸ αὐτὸ ἔσται ται̃ς ἕνδεκα δέρρεσι |
9 καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτὸ καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τη̃ς σκηνη̃ς |
10 καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ του̃ χείλους τη̃ς δέρρεως τη̃ς μια̃ς τη̃ς ἀνὰ μέσον κατὰ συμβολὴν καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ του̃ χείλους τη̃ς δέρρεως τη̃ς συναπτούσης τη̃ς δευτέρας |
11 καὶ ποιήσεις κρίκους χαλκου̃ς πεντήκοντα καὶ συνάψεις τοὺς κρίκους ἐκ τω̃ν ἀγκυλω̃ν καὶ συνάψεις τὰς δέρρεις καὶ ἔσται ἕν |
12 καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ται̃ς δέρρεσιν τη̃ς σκηνη̃ς τὸ ἥμισυ τη̃ς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις τὸ πλεονάζον τω̃ν δέρρεων τη̃ς σκηνη̃ς ὑποκαλύψεις ὀπίσω τη̃ς σκηνη̃ς |
13 πη̃χυν ἐκ τούτου καὶ πη̃χυν ἐκ τούτου ἐκ του̃ ὑπερέχοντος τω̃ν δέρρεων ἐκ του̃ μήκους τω̃ν δέρρεων τη̃ς σκηνη̃ς ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τη̃ς σκηνη̃ς ἔνθεν καὶ ἔνθεν ἵνα καλύπτη̨ |
14 καὶ ποιήσεις κατακάλυμμα τη̨̃ σκηνη̨̃ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν |
15 καὶ ποιήσεις στύλους τη̨̃ σκηνη̨̃ ἐκ ξύλων ἀσήπτων |
16 δέκα πήχεων ποιήσεις τὸν στυ̃λον τὸν ἕνα καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος του̃ στύλου του̃ ἑνός |
17 δύο ἀγκωνίσκους τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ ἀντιπίπτοντας ἕτερον τω̨̃ ἑτέρω̨ οὕτως ποιήσεις πα̃σι τοι̃ς στύλοις τη̃ς σκηνη̃ς |
18 καὶ ποιήσεις στύλους τη̨̃ σκηνη̨̃ εἴκοσι στύλους ἐκ του̃ κλίτους του̃ πρὸς βορρα̃ν |
19 καὶ τεσσαράκοντα βάσεις ἀργυρα̃ς ποιήσεις τοι̃ς εἴκοσι στύλοις δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ |
20 καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους |
21 καὶ τεσσαράκοντα βάσεις αὐτω̃ν ἀργυρα̃ς δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ |
22 καὶ ἐκ τω̃ν ὀπίσω τη̃ς σκηνη̃ς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους |
23 καὶ δύο στύλους ποιήσεις ἐπὶ τω̃ν γωνιω̃ν τη̃ς σκηνη̃ς ἐκ τω̃ν ὀπισθίων |
24 καὶ ἔσται ἐξ ἴσου κάτωθεν κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τω̃ν κεφαλίδων εἰς σύμβλησιν μίαν οὕτως ποιήσεις ἀμφοτέραις ται̃ς δυσὶν γωνίαις ἔστωσαν |
25 καὶ ἔσονται ὀκτὼ στυ̃λοι καὶ αἱ βάσεις αὐτω̃ν ἀργυραι̃ δέκα ἕξ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνί |
26 καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τω̨̃ ἑνὶ στύλω̨ ἐκ του̃ ἑνὸς μέρους τη̃ς σκηνη̃ς |
27 καὶ πέντε μοχλοὺς τω̨̃ στύλω̨ τω̨̃ κλίτει τη̃ς σκηνη̃ς τω̨̃ δευτέρω̨ καὶ πέντε μοχλοὺς τω̨̃ στύλω̨ τω̨̃ ὀπισθίω̨ τω̨̃ κλίτει τη̃ς σκηνη̃ς τω̨̃ πρὸς θάλασσαν |
28 καὶ ὁ μοχλὸς ὁ μέσος ἀνὰ μέσον τω̃ν στύλων διικνείσθω ἀπὸ του̃ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος |
29 καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίω̨ καὶ τοὺς δακτυλίους ποιήσεις χρυσου̃ς εἰς οὓς εἰσάξεις τοὺς μοχλούς καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίω̨ |
30 καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἰ̃δος τὸ δεδειγμένον σοι ἐν τω̨̃ ὄρει |
31 καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου νενησμένης ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβιμ |
32 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες ἀργυραι̃ |
33 καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τοὺς στύλους καὶ εἰσοίσεις ἐκει̃ ἐσώτερον του̃ καταπετάσματος τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ διοριει̃ τὸ καταπέτασμα ὑμι̃ν ἀνὰ μέσον του̃ ἁγίου καὶ ἀνὰ μέσον του̃ ἁγίου τω̃ν ἁγίων |
34 καὶ κατακαλύψεις τω̨̃ καταπετάσματι τὴν κιβωτὸν του̃ μαρτυρίου ἐν τω̨̃ ἁγίω̨ τω̃ν ἁγίων |
35 καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν του̃ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τη̃ς τραπέζης ἐπὶ μέρους τη̃ς σκηνη̃ς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τη̃ς σκηνη̃ς τὸ πρὸς βορρα̃ν |
36 καὶ ποιήσεις ἐπίσπαστρον ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ἔργον ποικιλτου̃ |
37 καὶ ποιήσεις τω̨̃ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ χωνεύσεις αὐτοι̃ς πέντε βάσεις χαλκα̃ς |