Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 27

καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων πέντε πήχεων τὸ μη̃κος καὶ πέντε πήχεων τὸ εὐ̃ρος τετράγωνον ἔσται τὸ θυσιαστήριον καὶ τριω̃ν πήχεων τὸ ὕψος αὐτου̃
καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τω̃ν τεσσάρων γωνιω̃ν ἐξ αὐτου̃ ἔσται τὰ κέρατα καὶ καλύψεις αὐτὰ χαλκω̨̃
καὶ ποιήσεις στεφάνην τω̨̃ θυσιαστηρίω̨ καὶ τὸν καλυπτη̃ρα αὐτου̃ καὶ τὰς φιάλας αὐτου̃ καὶ τὰς κρεάγρας αὐτου̃ καὶ τὸ πυρει̃ον αὐτου̃ καὶ πάντα τὰ σκεύη αὐτου̃ ποιήσεις χαλκα̃
καὶ ποιήσεις αὐτω̨̃ ἐσχάραν ἔργω̨ δικτυωτω̨̃ χαλκη̃ν καὶ ποιήσεις τη̨̃ ἐσχάρα̨ τέσσαρας δακτυλίους χαλκου̃ς ἐπὶ τὰ τέσσαρα κλίτη
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν του̃ θυσιαστηρίου κάτωθεν ἔσται δὲ ἡ ἐσχάρα ἕως του̃ ἡμίσους του̃ θυσιαστηρίου
καὶ ποιήσεις τω̨̃ θυσιαστηρίω̨ φορει̃ς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτοὺς χαλκω̨̃
καὶ εἰσάξεις τοὺς φορει̃ς εἰς τοὺς δακτυλίους καὶ ἔστωσαν οἱ φορει̃ς κατὰ τὰ πλευρὰ του̃ θυσιαστηρίου ἐν τω̨̃ αἴρειν αὐτό
κοι̃λον σανιδωτὸν ποιήσεις αὐτό κατὰ τὸ παραδειχθέν σοι ἐν τω̨̃ ὄρει οὕτως ποιήσεις αὐτό
καὶ ποιήσεις αὐλὴν τη̨̃ σκηνη̨̃ εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης μη̃κος ἑκατὸν πηχω̃ν τω̨̃ ἑνὶ κλίτει
10 καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι χαλκαι̃ καὶ οἱ κρίκοι αὐτω̃ν καὶ αἱ ψαλίδες αὐτω̃ν ἀργυραι̃
11 οὕτως τω̨̃ κλίτει τω̨̃ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχω̃ν μη̃κος καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι χαλκαι̃ καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τω̃ν στύλων καὶ αἱ βάσεις αὐτω̃ν περιηργυρωμέναι ἀργύρω̨
12 τὸ δὲ εὐ̃ρος τη̃ς αὐλη̃ς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχω̃ν στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα
13 καὶ εὐ̃ρος τη̃ς αὐλη̃ς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα
14 καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τω̃ν ἱστίων τω̨̃ κλίτει τω̨̃ ἑνί στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς
15 καὶ τὸ κλίτος τὸ δεύτερον δέκα πέντε πηχω̃ν τω̃ν ἱστίων τὸ ὕψος στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς
16 καὶ τη̨̃ πύλη̨ τη̃ς αὐλη̃ς κάλυμμα εἴκοσι πηχω̃ν τὸ ὕψος ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τη̨̃ ποικιλία̨ του̃ ῥαφιδευτου̃ στυ̃λοι αὐτω̃ν τέσσαρες καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες
17 πάντες οἱ στυ̃λοι τη̃ς αὐλη̃ς κύκλω̨ κατηργυρωμένοι ἀργυρίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν ἀργυραι̃ καὶ αἱ βάσεις αὐτω̃ν χαλκαι̃
18 τὸ δὲ μη̃κος τη̃ς αὐλη̃ς ἑκατὸν ἐφ' ἑκατόν καὶ εὐ̃ρος πεντήκοντα ἐπὶ πεντήκοντα καὶ ὕψος πέντε πηχω̃ν ἐκ βύσσου κεκλωσμένης καὶ αἱ βάσεις αὐτω̃ν χαλκαι̃
19 καὶ πα̃σα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλει̃α καὶ οἱ πάσσαλοι τη̃ς αὐλη̃ς χαλκοι̃
20 καὶ σὺ σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φω̃ς καυ̃σαι ἵνα κάηται λύχνος διὰ παντός
21 ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἔξωθεν του̃ καταπετάσματος του̃ ἐπὶ τη̃ς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἀφ' ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν παρὰ τω̃ν υἱω̃ν Ισραηλ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.