1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τη̃ς ἐπαύλεως ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τη̃ς θαλάσσης ἐξ ἐναντίας Βεελσεπφων ἐνώπιον αὐτω̃ν στρατοπεδεύσεις ἐπὶ τη̃ς θαλάσσης |
3 καὶ ἐρει̃ Φαραω τω̨̃ λαω̨̃ αὐτου̃ οἱ υἱοὶ Ισραηλ πλανω̃νται οὑ̃τοι ἐν τη̨̃ γη̨̃ συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος |
4 ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ καταδιώξεται ὀπίσω αὐτω̃ν καὶ ἐνδοξασθήσομαι ἐν Φαραω καὶ ἐν πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως |
5 καὶ ἀνηγγέλη τω̨̃ βασιλει̃ τω̃ν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός καὶ μετεστράφη ἡ καρδία Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ ἐπὶ τὸν λαόν καὶ εἰ̃παν τί του̃το ἐποιήσαμεν του̃ ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ του̃ μὴ δουλεύειν ἡμι̃ν |
6 ἔζευξεν οὐ̃ν Φαραω τὰ ἅρματα αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ συναπήγαγεν μεθ' ἑαυτου̃ |
7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πα̃σαν τὴν ἵππον τω̃ν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων |
8 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω βασιλέως Αἰγύπτου καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ κατεδίωξεν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ οἱ δὲ υἱοὶ Ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλη̨̃ |
9 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτω̃ν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν καὶ πα̃σα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραω καὶ οἱ ἱππει̃ς καὶ ἡ στρατιὰ αὐτου̃ ἀπέναντι τη̃ς ἐπαύλεως ἐξ ἐναντίας Βεελσεπφων |
10 καὶ Φαραω προση̃γεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ισραηλ τοι̃ς ὀφθαλμοι̃ς ὁρω̃σιν καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ Ισραηλ πρὸς κύριον |
11 καὶ εἰ̃πεν πρὸς Μωυση̃ν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γη̨̃ Αἰγύπτω̨ ἐξήγαγες ἡμα̃ς θανατω̃σαι ἐν τη̨̃ ἐρήμω̨ τί του̃το ἐποίησας ἡμι̃ν ἐξαγαγὼν ἐξ Αἰγύπτου |
12 οὐ του̃το ἠ̃ν τὸ ῥη̃μα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτω̨ λέγοντες πάρες ἡμα̃ς ὅπως δουλεύσωμεν τοι̃ς Αἰγυπτίοις κρει̃σσον γὰρ ἡμα̃ς δουλεύειν τοι̃ς Αἰγυπτίοις ἢ ἀποθανει̃ν ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ |
13 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς τὸν λαόν θαρσει̃τε στη̃τε καὶ ὁρα̃τε τὴν σωτηρίαν τὴν παρὰ του̃ θεου̃ ἣν ποιήσει ἡμι̃ν σήμερον ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον οὐ προσθήσεσθε ἔτι ἰδει̃ν αὐτοὺς εἰς τὸν αἰω̃να χρόνον |
14 κύριος πολεμήσει περὶ ὑμω̃ν καὶ ὑμει̃ς σιγήσετε |
15 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τί βοα̨̃ς πρός με λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀναζευξάτωσαν |
16 καὶ σὺ ἔπαρον τη̨̃ ῥάβδω̨ σου καὶ ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥη̃ξον αὐτήν καὶ εἰσελθάτωσαν οἱ υἱοὶ Ισραηλ εἰς μέσον τη̃ς θαλάσσης κατὰ τὸ ξηρόν |
17 καὶ ἰδοὺ ἐγὼ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ τω̃ν Αἰγυπτίων πάντων καὶ εἰσελεύσονται ὀπίσω αὐτω̃ν καὶ ἐνδοξασθήσομαι ἐν Φαραω καὶ ἐν πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ ἐν τοι̃ς ἅρμασιν καὶ ἐν τοι̃ς ἵπποις αὐτου̃ |
18 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν Φαραω καὶ ἐν τοι̃ς ἅρμασιν καὶ ἵπποις αὐτου̃ |
19 ἐξη̃ρεν δὲ ὁ ἄγγελος του̃ θεου̃ ὁ προπορευόμενος τη̃ς παρεμβολη̃ς τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐπορεύθη ἐκ τω̃ν ὄπισθεν ἐξη̃ρεν δὲ καὶ ὁ στυ̃λος τη̃ς νεφέλης ἀπὸ προσώπου αὐτω̃ν καὶ ἔστη ἐκ τω̃ν ὀπίσω αὐτω̃ν |
20 καὶ εἰση̃λθεν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς τω̃ν Αἰγυπτίων καὶ ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διη̃λθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα |
21 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα ἐπὶ τὴν θάλασσαν καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμω̨ νότω̨ βιαίω̨ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν καὶ ἐσχίσθη τὸ ὕδωρ |
22 καὶ εἰση̃λθον οἱ υἱοὶ Ισραηλ εἰς μέσον τη̃ς θαλάσσης κατὰ τὸ ξηρόν καὶ τὸ ὕδωρ αὐτοι̃ς τει̃χος ἐκ δεξιω̃ν καὶ τει̃χος ἐξ εὐωνύμων |
23 κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι καὶ εἰση̃λθον ὀπίσω αὐτω̃ν πα̃σα ἡ ἵππος Φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τη̃ς θαλάσσης |
24 ἐγενήθη δὲ ἐν τη̨̃ φυλακη̨̃ τη̨̃ ἑωθινη̨̃ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων ἐν στύλω̨ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων |
25 καὶ συνέδησεν τοὺς ἄξονας τω̃ν ἁρμάτων αὐτω̃ν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἰ̃παν οἱ Αἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου Ισραηλ ὁ γὰρ κύριος πολεμει̃ περὶ αὐτω̃ν τοὺς Αἰγυπτίους |
26 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὴν θάλασσαν καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας |
27 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα ἐπὶ τὴν θάλασσαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τη̃ς θαλάσσης |
28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πα̃σαν τὴν δύναμιν Φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτω̃ν εἰς τὴν θάλασσαν καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς |
29 οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρα̃ς ἐν μέσω̨ τη̃ς θαλάσσης τὸ δὲ ὕδωρ αὐτοι̃ς τει̃χος ἐκ δεξιω̃ν καὶ τει̃χος ἐξ εὐωνύμων |
30 καὶ ἐρρύσατο κύριος τὸν Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρὸς τω̃ν Αἰγυπτίων καὶ εἰ̃δεν Ισραηλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης |
31 εἰ̃δεν δὲ Ισραηλ τὴν χει̃ρα τὴν μεγάλην ἃ ἐποίησεν κύριος τοι̃ς Αἰγυπτίοις ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τω̨̃ θεω̨̃ καὶ Μωυση̨̃ τω̨̃ θεράποντι αὐτου̃ |