Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 15

τότε ἠ̨̃σεν Μωυση̃ς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ὠ̨δὴν ταύτην τω̨̃ θεω̨̃ καὶ εἰ̃παν λέγοντες ἄ̨σωμεν τω̨̃ κυρίω̨ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν
βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὑ̃τός μου θεός καὶ δοξάσω αὐτόν θεὸς του̃ πατρός μου καὶ ὑψώσω αὐτόν
κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτω̨̃
ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτου̃ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρα̨̃ θαλάσση̨
πόντω̨ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος
ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς
καὶ τω̨̃ πλήθει τη̃ς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην
καὶ διὰ πνεύματος του̃ θυμου̃ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τει̃χος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσω̨ τη̃ς θαλάσσης
εἰ̃πεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριω̃ σκυ̃λα ἐμπλήσω ψυχήν μου ἀνελω̃ τη̨̃ μαχαίρη̨ μου κυριεύσει ἡ χείρ μου
10 ἀπέστειλας τὸ πνευ̃μά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρω̨̃
11 τίς ὅμοιός σοι ἐν θεοι̃ς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιω̃ν τέρατα
12 ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γη̃
13 ὡδήγησας τη̨̃ δικαιοσύνη̨ σου τὸν λαόν σου του̃τον ὃν ἐλυτρώσω παρεκάλεσας τη̨̃ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου
14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδι̃νες ἔλαβον κατοικου̃ντας Φυλιστιιμ
15 τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτω̃ν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικου̃ντες Χανααν
16 ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθη̨ ὁ λαός σου κύριε ἕως ἂν παρέλθη̨ ὁ λαός σου οὑ̃τος ὃν ἐκτήσω
17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χει̃ρές σου
18 κύριος βασιλεύων τὸν αἰω̃να καὶ ἐπ' αἰω̃να καὶ ἔτι
19 ὅτι εἰση̃λθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τη̃ς θαλάσσης οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρα̃ς ἐν μέσω̨ τη̃ς θαλάσσης
20 λαβου̃σα δὲ Μαριαμ ἡ προφη̃τις ἡ ἀδελφὴ Ααρων τὸ τύμπανον ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ ἐξήλθοσαν πα̃σαι αἱ γυναι̃κες ὀπίσω αὐτη̃ς μετὰ τυμπάνων καὶ χορω̃ν
21 ἐξη̃ρχεν δὲ αὐτω̃ν Μαριαμ λέγουσα ἄ̨σωμεν τω̨̃ κυρίω̨ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν
22 ἐξη̃ρεν δὲ Μωυση̃ς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρα̃ς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ καὶ ἐπορεύοντο τρει̃ς ἡμέρας ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιει̃ν
23 ἠ̃λθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιει̃ν ἐκ Μερρας πικρὸν γὰρ ἠ̃ν διὰ του̃το ἐπωνομάσθη τὸ ὄνομα του̃ τόπου ἐκείνου πικρία
24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυση̃ν λέγοντες τί πιόμεθα
25 ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ ἔδειξεν αὐτω̨̃ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκει̃ ἔθετο αὐτω̨̃ δικαιώματα καὶ κρίσεις καὶ ἐκει̃ ἐπείρασεν αὐτὸν
26 καὶ εἰ̃πεν ἐὰν ἀκοη̨̃ ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτου̃ ποιήση̨ς καὶ ἐνωτίση̨ ται̃ς ἐντολαι̃ς αὐτου̃ καὶ φυλάξη̨ς πάντα τὰ δικαιώματα αὐτου̃ πα̃σαν νόσον ἣν ἐπήγαγον τοι̃ς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε
27 καὶ ἤλθοσαν εἰς Αιλιμ καὶ ἠ̃σαν ἐκει̃ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκει̃ παρὰ τὰ ὕδατα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.