1 καὶ ἔσται ἐὰν εἰσέλθη̨ς εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ καὶ κατακληρονομήση̨ς αὐτὴν καὶ κατοικήση̨ς ἐπ' αὐτη̃ς |
2 καὶ λήμψη̨ ἀπὸ τη̃ς ἀπαρχη̃ς τω̃ν καρπω̃ν τη̃ς γη̃ς σου ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι καὶ ἐμβαλει̃ς εἰς κάρταλλον καὶ πορεύση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ |
3 καὶ ἐλεύση̨ πρὸς τὸν ἱερέα ὃς ἐὰν ἠ̨̃ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐρει̃ς πρὸς αὐτόν ἀναγγέλλω σήμερον κυρίω̨ τω̨̃ θεω̨̃ μου ὅτι εἰσελήλυθα εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι ἡμι̃ν |
4 καὶ λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τω̃ν χειρω̃ν σου καὶ θήσει αὐτὸν ἀπέναντι του̃ θυσιαστηρίου κυρίου του̃ θεου̃ σου |
5 καὶ ἀποκριθήση̨ καὶ ἐρει̃ς ἔναντι κυρίου του̃ θεου̃ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρώ̨κησεν ἐκει̃ ἐν ἀριθμω̨̃ βραχει̃ καὶ ἐγένετο ἐκει̃ εἰς ἔθνος μέγα καὶ πλη̃θος πολὺ καὶ μέγα |
6 καὶ ἐκάκωσαν ἡμα̃ς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμα̃ς καὶ ἐπέθηκαν ἡμι̃ν ἔργα σκληρά |
7 καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν θεὸν τω̃ν πατέρων ἡμω̃ν καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ἡμω̃ν καὶ εἰ̃δεν τὴν ταπείνωσιν ἡμω̃ν καὶ τὸν μόχθον ἡμω̃ν καὶ τὸν θλιμμὸν ἡμω̃ν |
8 καὶ ἐξήγαγεν ἡμα̃ς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι αὐτου̃ τω̨̃ ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν |
9 καὶ εἰσήγαγεν ἡμα̃ς εἰς τὸν τόπον του̃τον καὶ ἔδωκεν ἡμι̃ν τὴν γη̃ν ταύτην γη̃ν ῥέουσαν γάλα καὶ μέλι |
10 καὶ νυ̃ν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τω̃ν γενημάτων τη̃ς γη̃ς ἡ̃ς ἔδωκάς μοι κύριε γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ ἀφήσεις αὐτὰ ἀπέναντι κυρίου του̃ θεου̃ σου καὶ προσκυνήσεις ἐκει̃ ἔναντι κυρίου του̃ θεου̃ σου |
11 καὶ εὐφρανθήση̨ ἐν πα̃σιν τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τη̨̃ οἰκία̨ σου σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί |
12 ἐὰν δὲ συντελέση̨ς ἀποδεκατω̃σαι πα̃ν τὸ ἐπιδέκατον τω̃ν γενημάτων τη̃ς γη̃ς σου ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ τὸ δεύτερον ἐπιδέκατον δώσεις τω̨̃ Λευίτη̨ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ καὶ φάγονται ἐν ται̃ς πόλεσίν σου καὶ ἐμπλησθήσονται |
13 καὶ ἐρει̃ς ἐναντίον κυρίου του̃ θεου̃ σου ἐξεκάθαρα τὰ ἅγια ἐκ τη̃ς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τω̨̃ Λευίτη̨ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ὀρφανω̨̃ καὶ τη̨̃ χήρα̨ κατὰ πάσας τὰς ἐντολάς ἃς ἐνετείλω μοι οὐ παρη̃λθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην |
14 καὶ οὐκ ἔφαγον ἐν ὀδύνη̨ μου ἀπ' αὐτω̃ν οὐκ ἐκάρπωσα ἀπ' αὐτω̃ν εἰς ἀκάθαρτον οὐκ ἔδωκα ἀπ' αὐτω̃ν τω̨̃ τεθνηκότι ὑπήκουσα τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ μου ἐποίησα καθὰ ἐνετείλω μοι |
15 κάτιδε ἐκ του̃ οἴκου του̃ ἁγίου σου ἐκ του̃ οὐρανου̃ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γη̃ν ἣν ἔδωκας αὐτοι̃ς καθὰ ὤμοσας τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι |
16 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιη̃σαι πάντα τὰ δικαιώματα ταυ̃τα καὶ τὰ κρίματα καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν |
17 τὸν θεὸν εἵλου σήμερον εἰ̃ναί σου θεὸν καὶ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτου̃ καὶ ὑπακούειν τη̃ς φωνη̃ς αὐτου̃ |
18 καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτω̨̃ λαὸν περιούσιον καθάπερ εἰ̃πέν σοι φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃ |
19 καὶ εἰ̃ναί σε ὑπεράνω πάντων τω̃ν ἐθνω̃ν ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν εἰ̃ναί σε λαὸν ἅγιον κυρίω̨ τω̨̃ θεω̨̃ σου καθὼς ἐλάλησεν |