1 καὶ προσέταξεν Μωυση̃ς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον |
2 καὶ ἔσται ἡ̨̃ ἂν ἡμέρα̨ διαβη̃τε τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτω̨̃ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονία̨ |
3 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντας τοὺς λόγους του̃ νόμου τούτου ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων σου δίδωσίν σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἰ̃πεν κύριος ὁ θεὸς τω̃ν πατέρων σού σοι |
4 καὶ ἔσται ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονία̨ |
5 καὶ οἰκοδομήσεις ἐκει̃ θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλει̃ς ἐπ' αὐτοὺς σίδηρον |
6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίω̨ τω̨̃ θεω̨̃ σου |
7 καὶ θύσεις ἐκει̃ θυσίαν σωτηρίου κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ φάγη̨ καὶ ἐμπλησθήση̨ καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου |
8 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντα τὸν νόμον του̃τον σαφω̃ς σφόδρα |
9 καὶ ἐλάλησεν Μωυση̃ς καὶ οἱ ἱερει̃ς οἱ Λευι̃ται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ γέγονας εἰς λαὸν κυρίω̨ τω̨̃ θεω̨̃ σου |
10 καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον |
11 καὶ ἐνετείλατο Μωυση̃ς τω̨̃ λαω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων |
12 οὑ̃τοι στήσονται εὐλογει̃ν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν |
13 καὶ οὑ̃τοι στήσονται ἐπὶ τη̃ς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι |
14 καὶ ἀποκριθέντες οἱ Λευι̃ται ἐρου̃σιν παντὶ Ισραηλ φωνη̨̃ μεγάλη̨ |
15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίω̨ ἔργον χειρω̃ν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφω̨ καὶ ἀποκριθεὶς πα̃ς ὁ λαὸς ἐρου̃σιν γένοιτο |
16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια του̃ πλησίον καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
18 ἐπικατάρατος ὁ πλανω̃ν τυφλὸν ἐν ὁδω̨̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνη̨ κρίσιν προσηλύτου καὶ ὀρφανου̃ καὶ χήρας καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ὅτι ἀπεκάλυψεν συγκάλυμμα του̃ πατρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερα̃ς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς γυναικὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτου̃ δόλω̨ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
25 ἐπικατάρατος ὃς ἂν λάβη̨ δω̃ρα πατάξαι ψυχὴν αἵματος ἀθώ̨ου καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |
26 ἐπικατάρατος πα̃ς ἄνθρωπος ὃς οὐκ ἐμμενει̃ ἐν πα̃σιν τοι̃ς λόγοις του̃ νόμου τούτου του̃ ποιη̃σαι αὐτούς καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο |