Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΜΏΣ, κεφαλίς 8

οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτου̃
καὶ εἰ̃πεν τί σὺ βλέπεις Αμως καὶ εἰ̃πα ἄγγος ἰξευτου̃ καὶ εἰ̃πεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθω̃ του̃ παρελθει̃ν αὐτόν
καὶ ὀλολύξει τὰ φατνώματα του̃ ναου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπω̨ ἐπιρρίψω σιωπήν
ἀκούσατε δὴ ταυ̃τα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τη̃ς γη̃ς
οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς του̃ ποιη̃σαι μικρὸν μέτρον καὶ του̃ μεγαλυ̃ναι στάθμια καὶ ποιη̃σαι ζυγὸν ἄδικον
του̃ κτα̃σθαι ἐν ἀργυρίω̨ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα
ὀμνύει κύριος καθ' ὑπερηφανίας Ιακωβ εἰ ἐπιλησθήσεται εἰς νει̃κος πάντα τὰ ἔργα ὑμω̃ν
καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γη̃ καὶ πενθήσει πα̃ς ὁ κατοικω̃ν ἐν αὐτη̨̃ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου
καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τη̃ς γη̃ς ἐν ἡμέρα̨ τὸ φω̃ς
10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμω̃ν εἰς πένθος καὶ πάσας τὰς ὠ̨δὰς ὑμω̃ν εἰς θρη̃νον καὶ ἀναβιβω̃ ἐπὶ πα̃σαν ὀσφὺν σάκκον καὶ ἐπὶ πα̃σαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητου̃ καὶ τοὺς μετ' αὐτου̃ ὡς ἡμέραν ὀδύνης
11 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελω̃ λιμὸν ἐπὶ τὴν γη̃ν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν του̃ ἀκου̃σαι λόγον κυρίου
12 καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρα̃ ἕως ἀνατολω̃ν περιδραμου̃νται ζητου̃ντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν
13 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
14 οἱ ὀμνύοντες κατὰ του̃ ἱλασμου̃ Σαμαρείας καὶ οἱ λέγοντες ζη̨̃ ὁ θεός σου Δαν καὶ ζη̨̃ ὁ θεός σου Βηρσαβεε καὶ πεσου̃νται καὶ οὐ μὴ ἀναστω̃σιν ἔτι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.