ΑΜΏΣ,
κεφαλίς 9
1 εἰ̃δον τὸν κύριον ἐφεστω̃τα ἐπὶ του̃ θυσιαστηρίου καὶ εἰ̃πεν πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτω̃ν ἐν ῥομφαία̨ ἀποκτενω̃ οὐ μὴ διαφύγη̨ ἐξ αὐτω̃ν φεύγων καὶ οὐ μὴ διασωθη̨̃ ἐξ αὐτω̃ν ἀνασω̨ζόμενος |
2 ἐὰν κατορυγω̃σιν εἰς ἅ̨δου ἐκει̃θεν ἡ χείρ μου ἀνασπάσει αὐτούς καὶ ἐὰν ἀναβω̃σιν εἰς τὸν οὐρανόν ἐκει̃θεν κατάξω αὐτούς |
3 ἐὰν ἐγκρυβω̃σιν εἰς τὴν κορυφὴν του̃ Καρμήλου ἐκει̃θεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμω̃ν μου εἰς τὰ βάθη τη̃ς θαλάσσης ἐκει̃ ἐντελου̃μαι τω̨̃ δράκοντι καὶ δήξεται αὐτούς |
4 καὶ ἐὰν πορευθω̃σιν ἐν αἰχμαλωσία̨ πρὸ προσώπου τω̃ν ἐχθρω̃ν αὐτω̃ν ἐκει̃ ἐντελου̃μαι τη̨̃ ῥομφαία̨ καὶ ἀποκτενει̃ αὐτούς καὶ στηριω̃ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά |
5 καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὁ ἐφαπτόμενος τη̃ς γη̃ς καὶ σαλεύων αὐτήν καὶ πενθήσουσιν πάντες οἱ κατοικου̃ντες αὐτήν καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτη̃ς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου |
6 ὁ οἰκοδομω̃ν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτου̃ καὶ τὴν ἐπαγγελίαν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς θεμελιω̃ν ὁ προσκαλούμενος τὸ ὕδωρ τη̃ς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ |
7 οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμει̃ς ἐστε ἐμοί υἱοὶ Ισραηλ λέγει κύριος οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γη̃ς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου |
8 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου του̃ θεου̃ ἐπὶ τὴν βασιλείαν τω̃ν ἁμαρτωλω̃ν καὶ ἐξαρω̃ αὐτὴν ἀπὸ προσώπου τη̃ς γη̃ς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρω̃ τὸν οἰ̃κον Ιακωβ λέγει κύριος |
9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιω̃ ἐν πα̃σι τοι̃ς ἔθνεσιν τὸν οἰ̃κον του̃ Ισραηλ ὃν τρόπον λικμα̃ται ἐν τω̨̃ λικμω̨̃ καὶ οὐ μὴ πέση̨ σύντριμμα ἐπὶ τὴν γη̃ν |
10 ἐν ῥομφαία̨ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαου̃ μου οἱ λέγοντες οὐ μὴ ἐγγίση̨ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμα̃ς τὰ κακά |
11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυι̃αν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτη̃ς καὶ τὰ κατεσκαμμένα αὐτη̃ς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος |
12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τω̃ν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα |
13 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον καὶ περκάσει ἡ σταφυλὴ ἐν τω̨̃ σπόρω̨ καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται |
14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαου̃ μου Ισραηλ καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ πίονται τὸν οἰ̃νον αὐτω̃ν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτω̃ν |
15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ οὐ μὴ ἐκσπασθω̃σιν οὐκέτι ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκα αὐτοι̃ς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.