1 ἀκούσατε τὸν λόγον κυρίου του̃τον ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμα̃ς θρη̃νον οἰ̃κος Ισραηλ |
2 ἔπεσεν οὐκέτι μὴ προσθη̨̃ του̃ ἀναστη̃ναι παρθένος του̃ Ισραηλ ἔσφαλεν ἐπὶ τη̃ς γη̃ς αὐτη̃ς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν |
3 διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἡ̃ς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἡ̃ς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τω̨̃ οἴκω̨ Ισραηλ |
4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἰ̃κον Ισραηλ ἐκζητήσατέ με καὶ ζήσεσθε |
5 καὶ μὴ ἐκζητει̃τε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ του̃ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα |
6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψη̨ ὡς πυ̃ρ ὁ οἰ̃κος Ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τω̨̃ οἴκω̨ Ισραηλ |
7 κύριος ὁ ποιω̃ν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γη̃ν ἔθηκεν |
8 ποιω̃ν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τη̃ς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ |
9 ὁ διαιρω̃ν συντριμμὸν ἐπ' ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων |
10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο |
11 διὰ του̃το ἀνθ' ὡ̃ν κατεκονδυλίζετε πτωχοὺς καὶ δω̃ρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτω̃ν οἴκους ξυστοὺς ὠ̨κοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοι̃ς ἀμπελω̃νας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἰ̃νον ἐξ αὐτω̃ν |
12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμω̃ν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμω̃ν καταπατου̃ντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες |
13 διὰ του̃το ὁ συνίων ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ σιωπήσεται ὅτι καιρὸς πονηρός ἐστιν |
14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ' ὑμω̃ν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε |
15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήση̨ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους του̃ Ιωσηφ |
16 διὰ του̃το τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοι̃ς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρη̃νον |
17 καὶ ἐν πάσαις ὁδοι̃ς κοπετός διότι διελεύσομαι διὰ μέσου σου εἰ̃πεν κύριος |
18 οὐαὶ οἱ ἐπιθυμου̃ντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμι̃ν ἡ ἡμέρα του̃ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φω̃ς |
19 ὃν τρόπον ὅταν φύγη̨ ἄνθρωπος ἐκ προσώπου του̃ λέοντος καὶ ἐμπέση̨ αὐτω̨̃ ἡ ἄρκος καὶ εἰσπηδήση̨ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἀπερείσηται τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὸν τοι̃χον καὶ δάκη̨ αὐτὸν ὁ ὄφις |
20 οὐχὶ σκότος ἡ ἡμέρα του̃ κυρίου καὶ οὐ φω̃ς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτη̨̃ |
21 μεμίσηκα ἀπω̃σμαι ἑορτὰς ὑμω̃ν καὶ οὐ μὴ ὀσφρανθω̃ ἐν ται̃ς πανηγύρεσιν ὑμω̃ν |
22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμω̃ν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμω̃ν οὐκ ἐπιβλέψομαι |
23 μετάστησον ἀπ' ἐμου̃ ἠ̃χον ὠ̨δω̃ν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι |
24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος |
25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη οἰ̃κος Ισραηλ |
26 καὶ ἀνελάβετε τὴν σκηνὴν του̃ Μολοχ καὶ τὸ ἄστρον του̃ θεου̃ ὑμω̃ν Ραιφαν τοὺς τύπους αὐτω̃ν οὓς ἐποιήσατε ἑαυτοι̃ς |
27 καὶ μετοικιω̃ ὑμα̃ς ἐπέκεινα Δαμασκου̃ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ |