ΑΜΏΣ,
κεφαλίς 6
1 οὐαὶ τοι̃ς ἐξουθενου̃σιν Σιων καὶ τοι̃ς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας ἀπετρύγησαν ἀρχὰς ἐθνω̃ν καὶ εἰση̃λθον αὐτοί οἰ̃κος του̃ Ισραηλ |
2 διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκει̃θεν εἰς Εμαθ Ραββα καὶ κατάβητε ἐκει̃θεν εἰς Γεθ ἀλλοφύλων τὰς κρατίστας ἐκ πασω̃ν τω̃ν βασιλειω̃ν τούτων εἰ πλέονα τὰ ὅρια αὐτω̃ν ἐστιν τω̃ν ὑμετέρων ὁρίων |
3 οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδω̃ν |
4 οἱ καθεύδοντες ἐπὶ κλινω̃ν ἐλεφαντίνων καὶ κατασπαταλω̃ντες ἐπὶ ται̃ς στρωμναι̃ς αὐτω̃ν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά |
5 οἱ ἐπικροτου̃ντες πρὸς τὴν φωνὴν τω̃ν ὀργάνων ὡς ἑστω̃τα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα |
6 οἱ πίνοντες τὸν διυλισμένον οἰ̃νον καὶ τὰ πρω̃τα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τη̨̃ συντριβη̨̃ Ιωσηφ |
7 διὰ του̃το νυ̃ν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχη̃ς δυναστω̃ν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Εφραιμ |
8 ὅτι ὤμοσεν κύριος καθ' ἑαυτου̃ διότι βδελύσσομαι ἐγὼ πα̃σαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτου̃ μεμίσηκα καὶ ἐξαρω̃ πόλιν σὺν πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν |
9 καὶ ἔσται ἐὰν ὑπολειφθω̃σιν δέκα ἄνδρες ἐν οἰκία̨ μια̨̃ καὶ ἀποθανου̃νται καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι |
10 καὶ λήμψονται οἱ οἰκει̃οι αὐτω̃ν καὶ παραβιω̃νται του̃ ἐξενέγκαι τὰ ὀστα̃ αὐτω̃ν ἐκ του̃ οἴκου καὶ ἐρει̃ τοι̃ς προεστηκόσι τη̃ς οἰκίας εἰ ἔτι ὑπάρχει παρὰ σοί καὶ ἐρει̃ οὐκέτι καὶ ἐρει̃ σίγα ἕνεκα του̃ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου |
11 διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἰ̃κον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἰ̃κον τὸν μικρὸν ῥάγμασιν |
12 εἰ διώξονται ἐν πέτραις ἵπποι εἰ παρασιωπήσονται ἐν θηλείαις ὅτι ὑμει̃ς ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν |
13 οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγω̨ οἱ λέγοντες οὐκ ἐν τη̨̃ ἰσχύι ἡμω̃ν ἔσχομεν κέρατα |
14 διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ' ὑμα̃ς οἰ̃κος του̃ Ισραηλ ἔθνος καὶ ἐκθλίψουσιν ὑμα̃ς του̃ μὴ εἰσελθει̃ν εἰς Εμαθ καὶ ἕως του̃ χειμάρρου τω̃ν δυσμω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.