Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 4

ὁ δὲ προειρημένος Σιμων ὁ τω̃ν χρημάτων καὶ τη̃ς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν ὡς αὐτός τε εἴη τὸν 'Ηλιόδωρον ἐπισεσεικὼς καὶ τω̃ν κακω̃ν δημιουργὸς καθεστηκώς
καὶ τὸν εὐεργέτην τη̃ς πόλεως καὶ τὸν κηδεμόνα τω̃ν ὁμοεθνω̃ν καὶ ζηλωτὴν τω̃ν νόμων ἐπίβουλον τω̃ν πραγμάτων ἐτόλμα λέγειν
τη̃ς δὲ ἔχθρας ἐπὶ τοσου̃τον προβαινούσης ὥστε καὶ διά τινος τω̃ν ὑπὸ του̃ Σιμωνος δεδοκιμασμένων φόνους συντελει̃σθαι
συνορω̃ν ὁ Ονιας τὸ χαλεπὸν τη̃ς φιλονεικίας καὶ 'Απολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν του̃ Σιμωνος
πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τω̃ν πολιτω̃ν κατήγορος τὸ δὲ σύμφορον κοινη̨̃ καὶ κατ' ἰδίαν παντὶ τω̨̃ πλήθει σκοπω̃ν
ἑώρα γὰρ ἄνευ βασιλικη̃ς προνοίας ἀδύνατον εἰ̃ναι τυχει̃ν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παυ̃λαν οὐ λημψόμενον τη̃ς ἀνοίας
μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν 'Αντιόχου του̃ προσαγορευθέντος 'Επιφανου̃ς ὑπενόθευσεν 'Ιάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην
ἐπαγγειλάμενος τω̨̃ βασιλει̃ δι' ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοι̃ς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα
πρὸς δὲ τούτοις ὑπισχνει̃το καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοι̃ς ἑκατόν ἐὰν ἐπιχωρηθη̨̃ διὰ τη̃ς ἐξουσίας αὐτου̃ γυμνάσιον καὶ ἐφηβει̃ον αὐτω̨̃ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις 'Αντιοχει̃ς ἀναγράψαι
10 ἐπινεύσαντος δὲ του̃ βασιλέως καὶ τη̃ς ἀρχη̃ς κρατήσας εὐθέως πρὸς τὸν 'Ελληνικὸν χαρακτη̃ρα τοὺς ὁμοφύλους μετέστησε
11 καὶ τὰ κείμενα τοι̃ς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου του̃ πατρὸς Εὐπολέμου του̃ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς 'Ρωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν
12 ἀσμένως γὰρ ὑπ' αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τω̃ν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν
13 ἠ̃ν δ' οὕτως ἀκμή τις 'Ελληνισμου̃ καὶ πρόσβασις ἀλλοφυλισμου̃ διὰ τὴν του̃ ἀσεβου̃ς καὶ οὐκ ἀρχιερέως 'Ιάσωνος ὑπερβάλλουσαν ἀναγνείαν
14 ὥστε μηκέτι περὶ τὰς του̃ θυσιαστηρίου λειτουργίας προθύμους εἰ̃ναι τοὺς ἱερει̃ς ἀλλὰ του̃ μὲν νεὼ καταφρονου̃ντες καὶ τω̃ν θυσιω̃ν ἀμελου̃ντες ἔσπευδον μετέχειν τη̃ς ἐν παλαίστρη̨ παρανόμου χορηγίας μετὰ τὴν του̃ δίσκου πρόσκλησιν
15 καὶ τὰς μὲν πατρώ̨ους τιμὰς ἐν οὐδενὶ τιθέμενοι τὰς δὲ 'Ελληνικὰς δόξας καλλίστας ἡγούμενοι
16 ὡ̃ν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις καὶ ὡ̃ν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ' ἅπαν ἤθελον ἐξομοιου̃σθαι τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον
17 ἀσεβει̃ν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥά̨διον ἀλλὰ ταυ̃τα ὁ ἀκόλουθος καιρὸς δηλώσει
18 ἀγομένου δὲ πενταετηρικου̃ ἀγω̃νος ἐν Τύρω̨ καὶ του̃ βασιλέως παρόντος
19 ἀπέστειλεν 'Ιάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων 'Αντιοχει̃ς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν του̃ 'Ηρακλέους θυσίαν ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρη̃σθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην
20 ἔπεσε μὲν οὐ̃ν ταυ̃τα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν του̃ 'Ηρακλέους θυσίαν ἕνεκεν δὲ τω̃ν παρακομιζόντων εἰς τὰς τω̃ν τριηρέων κατασκευάς
21 ἀποσταλέντος δὲ εἰς Αἴγυπτον 'Απολλωνίου του̃ Μενεσθέως διὰ τὰ πρωτοκλίσια του̃ Φιλομήτορος βασιλέως μεταλαβὼν 'Αντίοχος ἀλλότριον αὐτὸν τω̃ν αὐτου̃ γεγονέναι πραγμάτων τη̃ς καθ' αὑτὸν ἀσφαλείας ἐφρόντιζεν ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα
22 μεγαλομερω̃ς δὲ ὑπὸ του̃ 'Ιάσωνος καὶ τη̃ς πόλεως ἀποδεχθεὶς μετὰ δα̨δουχίας καὶ βοω̃ν εἰσεδέχθη εἰ̃θ' οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν
23 μετὰ δὲ τριετη̃ χρόνον ἀπέστειλεν 'Ιάσων Μενέλαον τὸν του̃ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τω̨̃ βασιλει̃ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα
24 ὁ δὲ συσταθεὶς τω̨̃ βασιλει̃ καὶ δοξάσας αὐτὸν τω̨̃ προσώπω̨ τη̃ς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν 'Ιάσωνα τάλαντα ἀργυρίου τριακόσια
25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τη̃ς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων θυμοὺς δὲ ὠμου̃ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων
26 καὶ ὁ μὲν 'Ιάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ' ἑτέρου φυγὰς εἰς τὴν Αμμανι̃τιν χώραν συνήλαστο
27 ὁ δὲ Μενέλαος τη̃ς μὲν ἀρχη̃ς ἐκράτει τω̃ν δὲ ἐπηγγελμένων τω̨̃ βασιλει̃ χρημάτων οὐδὲν εὐτάκτει
28 ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου του̃ τη̃ς ἀκροπόλεως ἐπάρχου πρὸς του̃τον γὰρ ἠ̃ν ἡ τω̃ν διαφόρων πρα̃ξις δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ του̃ βασιλέως προσεκλήθησαν
29 καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τη̃ς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτου̃ ἀδελφόν Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τω̃ν Κυπρίων
30 τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσει̃ς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ 'Αντιοχίδι τη̨̃ παλλακη̨̃ του̃ βασιλέως ἐν δωρεα̨̃ δεδόσθαι
31 θα̃ττον οὐ̃ν ὁ βασιλεὺς ἡ̃κεν καταστει̃λαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον 'Ανδρόνικον τω̃ν ἐν ἀξιώματι κειμένων
32 νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυη̃ χρυσώματά τινα τω̃ν του̃ ἱερου̃ νοσφισάμενος ἐχαρίσατο τω̨̃ 'Ανδρονίκω̨ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλω̨ πόλεις
33 ἃ καὶ σαφω̃ς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τη̃ς πρὸς 'Αντιόχειαν κειμένης
34 ὅθεν ὁ Μενέλαος λαβὼν ἰδία̨ τὸν 'Ανδρόνικον παρεκάλει χειρώσασθαι τὸν Ονιαν ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισθεὶς ἐπὶ δόλω̨ καὶ δεξιασθεὶς μεθ' ὅρκων δοὺς δεξιάν καίπερ ἐν ὑποψία̨ κείμενος ἔπεισεν ἐκ του̃ ἀσύλου προελθει̃ν ὃν καὶ παραχρη̃μα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον
35 δι' ἣν αἰτίαν οὐ μόνον Ιουδαι̃οι πολλοὶ δὲ καὶ τω̃ν ἄλλων ἐθνω̃ν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τω̨̃ του̃ ἀνδρὸς ἀδίκω̨ φόνω̨
36 του̃ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τω̃ν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαι̃οι συμμισοπονηρούντων καὶ τω̃ν 'Ελλήνων ὑπὲρ του̃ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονη̃σθαι
37 ψυχικω̃ς οὐ̃ν ὁ 'Αντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν του̃ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν
38 καὶ πυρωθεὶς τοι̃ς θυμοι̃ς παραχρη̃μα τὴν του̃ 'Ανδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτω̃νας περιρρήξας περιαγαγὼν καθ' ὅλην τὴν πόλιν ἐπ' αὐτὸν τὸν τόπον οὑ̃περ τὸν Ονιαν ἠσέβησεν ἐκει̃ τὸν μιαιφόνον ἀπεκόσμησεν του̃ κυρίου τὴν ἀξίαν αὐτω̨̃ κόλασιν ἀποδόντος
39 γενομένων δὲ πολλω̃ν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ του̃ Λυσιμάχου μετὰ τη̃ς του̃ Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τη̃ς φήμης ἐπισυνήχθη τὸ πλη̃θος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλω̃ν διενηνεγμένων
40 ἐπεγειρομένων δὲ τω̃ν ὄχλων καὶ ται̃ς ὀργαι̃ς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρω̃ν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν οὐδὲν δὲ ἡ̃ττον καὶ τὴν ἄνοιαν
41 συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν του̃ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους οἱ δὲ ξύλων πάχη τινὲς δὲ ἐκ τη̃ς παρακειμένης σποδου̃ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον
42 δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτω̃ν τραυματίας ἐποίησαν τινὰς δὲ καὶ κατέβαλον πάντας δὲ εἰς φυγὴν συνήλασαν αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο
43 περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον
44 καταντήσαντος δὲ του̃ βασιλέως εἰς Τύρον ἐπ' αὐτου̃ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρει̃ς ἄνδρες ὑπὸ τη̃ς γερουσίας
45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τω̨̃ Πτολεμαίω̨ Δορυμένους πρὸς τὸ πει̃σαι τὸν βασιλέα
46 ὅθεν ἀπολαβὼν ὁ Πτολεμαι̃ος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν
47 καὶ τὸν μὲν τη̃ς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τω̃ν κατηγορημένων τοι̃ς δὲ ταλαιπώροις οἵτινες εἰ καὶ ἐπὶ Σκυθω̃ν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι τούτοις θάνατον ἐπέκρινεν
48 ταχέως οὐ̃ν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τω̃ν ἱερω̃ν σκευω̃ν προηγορήσαντες
49 δι' ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτω̃ν μεγαλοπρεπω̃ς ἐχορήγησαν
50 ὁ δὲ Μενέλαος διὰ τὰς τω̃ν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τη̨̃ ἀρχη̨̃ ἐπιφυόμενος τη̨̃ κακία̨ μέγας τω̃ν πολιτω̃ν ἐπίβουλος καθεστώς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.