1 περὶ δὲ τὸν καιρὸν του̃τον τὴν δευτέραν ἔφοδον ὁ 'Αντίοχος εἰς Αἴγυπτον ἐστείλατο |
2 συνέβη δὲ καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τω̃ν ἀέρων τρέχοντας ἱππει̃ς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρω̃ν σπασμοὺς |
3 καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ βελω̃ν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς |
4 διὸ πάντες ἠξίουν ἐπ' ἀγαθω̨̃ τὴν ἐπιφάνειαν γεγενη̃σθαι |
5 γενομένης δὲ λαλια̃ς ψευδου̃ς ὡς μετηλλαχότος 'Αντιόχου τὸν βίον παραλαβὼν ὁ 'Ιάσων οὐκ ἐλάττους τω̃ν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν τω̃ν δὲ ἐπὶ τω̨̃ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τη̃ς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν |
6 ὁ δὲ 'Ιάσων ἐποιει̃το σφαγὰς τω̃ν πολιτω̃ν τω̃ν ἰδίων ἀφειδω̃ς οὐ συννοω̃ν τὴν εἰς τοὺς συγγενει̃ς εὐημερίαν δυσημερίαν εἰ̃ναι τὴν μεγίστην δοκω̃ν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνω̃ν τρόπαια καταβάλλεσθαι |
7 τη̃ς μὲν ἀρχη̃ς οὐκ ἐκράτησεν τὸ δὲ τέλος τη̃ς ἐπιβουλη̃ς αἰσχύνην λαβὼν φυγὰς πάλιν εἰς τὴν Αμμανι̃τιν ἀπη̃λθεν |
8 πέρας οὐ̃ν κακη̃ς καταστροφη̃ς ἔτυχεν ἐγκληθεὶς πρὸς 'Αρέταν τὸν τω̃ν 'Αράβων τύραννον πόλιν ἐκ πόλεως φεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τω̃ν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτω̃ν δήμιος εἰς Αἴγυπτον ἐξεβράσθη |
9 καὶ ὁ συχνοὺς τη̃ς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης |
10 καὶ ὁ πλη̃θος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ' ἡστινοσου̃ν οὔτε πατρώ̨ου τάφου μετέσχεν |
11 προσπεσόντων δὲ τω̨̃ βασιλει̃ περὶ τω̃ν γεγονότων διέλαβεν ἀποστατει̃ν τὴν Ιουδαίαν ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τη̨̃ ψυχη̨̃ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον |
12 καὶ ἐκέλευσεν τοι̃ς στρατιώταις κόπτειν ἀφειδω̃ς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν |
13 ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις ἀνήβων τε καὶ γυναικω̃ν καὶ τέκνων ἀφανισμός παρθένων τε καὶ νηπίων σφαγαί |
14 ὀκτὼ δὲ μυριάδες ἐν ται̃ς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν τέσσαρες μὲν ἐν χειρω̃ν νομαι̃ς οὐχ ἡ̃ττον δὲ τω̃ν ἐσφαγμένων ἐπράθησαν |
15 οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τη̃ς γη̃ς ἁγιώτατον ἱερὸν εἰσελθει̃ν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τω̃ν νόμων καὶ τη̃ς πατρίδος προδότην γεγονότα |
16 καὶ ται̃ς μιαραι̃ς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ' ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν του̃ τόπου καὶ τιμὴν ται̃ς βεβήλοις χερσὶν συσσύρων |
17 καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ 'Αντίοχος οὐ συνορω̃ν ὅτι διὰ τὰς ἁμαρτίας τω̃ν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις |
18 εἰ δὲ μὴ συνέβη προσενέχεσθαι πολλοι̃ς ἁμαρτήμασιν καθάπερ ἠ̃ν ὁ 'Ηλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου του̃ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν του̃ γαζοφυλακίου οὑ̃τος προαχθεὶς παραχρη̃μα μαστιγωθεὶς ἀνετράπη του̃ θράσους |
19 ἀλλ' οὐ διὰ τὸν τόπον τὸ ἔθνος ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο |
20 διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τω̃ν του̃ ἔθνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν καὶ ὁ καταλειφθεὶς ἐν τη̨̃ του̃ παντοκράτορος ὀργη̨̃ πάλιν ἐν τη̨̃ του̃ μεγάλου δεσπότου καταλλαγη̨̃ μετὰ πάσης δόξης ἐπανωρθώθη |
21 ὁ γου̃ν 'Αντίοχος ὀκτακόσια πρὸς τοι̃ς χιλίοις ἀπενεγκάμενος ἐκ του̃ ἱερου̃ τάλαντα θα̃ττον εἰς τὴν 'Αντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τη̃ς ὑπερηφανίας τὴν μὲν γη̃ν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τη̃ς καρδίας |
22 κατέλιπεν δὲ καὶ ἐπιστάτας του̃ κακου̃ν τὸ γένος ἐν μὲν Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα του̃ καταστήσαντος |
23 ἐν δὲ Γαριζιν 'Ανδρόνικον πρὸς δὲ τούτοις Μενέλαον ὃς χείριστα τω̃ν ἄλλων ὑπερή̨ρετο τοι̃ς πολίταις ἀπεχθη̃ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάθεσιν |
24 ἔπεμψεν δὲ τὸν Μυσάρχην 'Απολλώνιον μετὰ στρατεύματος δισμυρίους δὲ πρὸς τοι̃ς δισχιλίοις προστάξας τοὺς ἐν ἡλικία̨ πάντας κατασφάξαι τὰς δὲ γυναι̃κας καὶ τοὺς νεωτέρους πωλει̃ν |
25 οὑ̃τος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τη̃ς ἁγίας ἡμέρας του̃ σαββάτου καὶ λαβὼν ἀργου̃ντας τοὺς Ιουδαίους τοι̃ς ὑφ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν |
26 καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοι̃ς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήθη |
27 Ιουδας δὲ ὁ καὶ Μακκαβαι̃ος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον θηρίων τρόπον ἐν τοι̃ς ὄρεσιν διέζη σὺν τοι̃ς μετ' αὐτου̃ καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχει̃ν του̃ μολυσμου̃ |