1 τη̃ς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τω̃ν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου του̃ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν |
2 συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλει̃ς τιμα̃ν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαι̃ς ται̃ς κρατίσταις δοξάζειν |
3 ὥστε καὶ Σέλευκον τὸν τη̃ς 'Ασίας βασιλέα χορηγει̃ν ἐκ τω̃ν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τω̃ν θυσιω̃ν ἐπιβάλλοντα δαπανήματα |
4 Σιμων δέ τις ἐκ τη̃ς Βενιαμιν φυλη̃ς προστάτης του̃ ἱερου̃ καθεσταμένος διηνέχθη τω̨̃ ἀρχιερει̃ περὶ τη̃ς κατὰ τὴν πόλιν ἀγορανομίας |
5 καὶ νικη̃σαι τὸν Ονιαν μὴ δυνάμενος ἠ̃λθεν πρὸς 'Απολλώνιον Θαρσεου τὸν κατ' ἐκει̃νον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν |
6 καὶ προσήγγειλεν περὶ του̃ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλη̃θος τω̃ν διαφόρων ἀναρίθμητον εἰ̃ναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τω̃ν θυσιω̃ν λόγον εἰ̃ναι δὲ δυνατὸν ὑπὸ τὴν του̃ βασιλέως ἐξουσίαν πεσει̃ν ταυ̃τα |
7 συμμείξας δὲ ὁ 'Απολλώνιος τω̨̃ βασιλει̃ περὶ τω̃ν μηνυθέντων αὐτω̨̃ χρημάτων ἐνεφάνισεν ὁ δὲ προχειρισάμενος 'Ηλιόδωρον τὸν ἐπὶ τω̃ν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τω̃ν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι |
8 εὐθέως δὲ ὁ 'Ηλιόδωρος ἐποιει̃το τὴν πορείαν τη̨̃ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδευ̃σαι τω̨̃ πράγματι δὲ τὴν του̃ βασιλέως πρόθεσιν ἐπιτελει̃ν |
9 παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ του̃ ἀρχιερέως τη̃ς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ του̃ γεγονότος ἐμφανισμου̃ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ται̃ς ἀληθείαις ταυ̃τα οὕτως ἔχοντα τυγχάνει |
10 του̃ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἰ̃ναι χηρω̃ν τε καὶ ὀρφανω̃ν |
11 τινὰ δὲ καὶ 'Υρκανου̃ του̃ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχη̨̃ κειμένου οὕτως ἠ̃ν διαβάλλων ὁ δυσσεβὴς Σιμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα χρυσίου δὲ διακόσια |
12 ἀδικηθη̃ναι δὲ τοὺς πεπιστευκότας τη̨̃ του̃ τόπου ἁγιωσύνη̨ καὶ τη̨̃ του̃ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱερου̃ σεμνότητι καὶ ἀσυλία̨ παντελω̃ς ἀμήχανον εἰ̃ναι |
13 ὁ δὲ 'Ηλιόδωρος δι' ἃς εἰ̃χεν βασιλικὰς ἐντολάς πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταυ̃τα εἰ̃ναι |
14 ταξάμενος δὲ ἡμέραν εἰσή̨ει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων ἠ̃ν δὲ οὐ μικρὰ καθ' ὅλην τὴν πόλιν ἀγωνία |
15 οἱ δὲ ἱερει̃ς πρὸ του̃ θυσιαστηρίου ἐν ται̃ς ἱερατικαι̃ς στολαι̃ς ῥίψαντες ἑαυτοὺς ἐπεκαλου̃ντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοι̃ς παρακαταθεμένοις ταυ̃τα σω̃α διαφυλάξαι |
16 ἠ̃ν δὲ ὁρω̃ντα τὴν του̃ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν ἡ γὰρ ὄψις καὶ τὸ τη̃ς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν |
17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος δι' ὡ̃ν πρόδηλον ἐγίνετο τοι̃ς θεωρου̃σιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος |
18 ἔτι δὲ ἐκ τω̃ν οἰκιω̃ν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον |
19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναι̃κες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον αἱ δὲ κατάκλειστοι τω̃ν παρθένων αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλω̃νας αἱ δὲ ἐπὶ τὰ τείχη τινὲς δὲ διὰ τω̃ν θυρίδων διεξέκυπτον |
20 πα̃σαι δὲ προτείνουσαι τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐποιου̃ντο τὴν λιτανείαν |
21 ἐλεει̃ν δ' ἠ̃ν τὴν του̃ πλήθους παμμιγη̃ πρόπτωσιν τήν τε του̃ μεγάλως ἀγωνιω̃ντος ἀρχιερέως προσδοκίαν |
22 οἱ μὲν οὐ̃ν ἐπεκαλου̃ντο τὸν παγκρατη̃ κύριον τὰ πεπιστευμένα τοι̃ς πεπιστευκόσιν σω̃α διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας |
23 ὁ δὲ 'Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει |
24 αὐτόθι δὲ αὐτου̃ σὺν τοι̃ς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τω̃ν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθει̃ν καταπλαγέντας τὴν του̃ θεου̃ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπη̃ναι |
25 ὤφθη γάρ τις ἵππος αὐτοι̃ς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστη̨ σαγη̨̃ διακεκοσμημένος φερόμενος δὲ ῥύδην ἐνέσεισεν τω̨̃ 'Ηλιοδώρω̨ τὰς ἐμπροσθίους ὁπλάς ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυση̃ν πανοπλίαν ἔχων |
26 ἕτεροι δὲ δύο προσεφάνησαν αὐτω̨̃ νεανίαι τη̨̃ ῥώμη̨ μὲν ἐκπρεπει̃ς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπει̃ς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτου̃ντες αὐτω̨̃ πληγάς |
27 ἄφνω δὲ πεσόντα πρὸς τὴν γη̃ν καὶ πολλω̨̃ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορει̃ον ἐνθέντες |
28 τὸν ἄρτι μετὰ πολλη̃ς παραδρομη̃ς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτω̨̃ καθεστω̃τα φανερω̃ς τὴν του̃ θεου̃ δυναστείαν ἐπεγνωκότες |
29 καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο |
30 οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτου̃ τόπον καὶ τὸ μικρω̨̃ πρότερον δέους καὶ ταραχη̃ς γέμον ἱερὸν του̃ παντοκράτορος ἐπιφανέντος κυρίου χαρα̃ς καὶ εὐφροσύνης ἐπεπλήρωτο |
31 ταχὺ δέ τινες τω̃ν του̃ 'Ηλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζη̃ν χαρίσασθαι τω̨̃ παντελω̃ς ἐν ἐσχάτη̨ πνοη̨̃ κειμένω̨ |
32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχη̨̃ κακουργίαν τινὰ περὶ τὸν 'Ηλιόδωρον ὑπὸ τω̃ν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τη̃ς του̃ ἀνδρὸς σωτηρίας |
33 ποιουμένου δὲ του̃ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τω̨̃ 'Ηλιοδώρω̨ ἐν ται̃ς αὐται̃ς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἰ̃πον πολλὰς Ονια τω̨̃ ἀρχιερει̃ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζη̃ν ὁ κύριος |
34 σὺ δὲ ἐξ οὐρανου̃ μεμαστιγωμένος διάγγελλε πα̃σι τὸ μεγαλει̃ον του̃ θεου̃ κράτος ταυ̃τα δὲ εἰπόντες ἀφανει̃ς ἐγένοντο |
35 ὁ δὲ 'Ηλιόδωρος θυσίαν ἀνενέγκας τω̨̃ κυρίω̨ καὶ εὐχὰς μεγίστας εὐξάμενος τω̨̃ τὸ ζη̃ν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα |
36 ἐξεμαρτύρει δὲ πα̃σιν ἅπερ ἠ̃ν ὑπ' ὄψιν τεθεαμένος ἔργα του̃ μεγίστου θεου̃ |
37 του̃ δὲ βασιλέως ἐπερωτήσαντος τὸν 'Ηλιόδωρον ποι̃ός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθη̃ναι εἰς Ιεροσόλυμα ἔφησεν |
38 εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον πέμψον αὐτὸν ἐκει̃ καὶ μεμαστιγωμένον αὐτὸν προσδέξη̨ ἐάνπερ καὶ διασωθη̨̃ διὰ τὸ περὶ τὸν τόπον ἀληθω̃ς εἰ̃ναί τινα θεου̃ δύναμιν |
39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου του̃ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει |
40 καὶ τὰ μὲν κατὰ 'Ηλιόδωρον καὶ τὴν του̃ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν |