1 καὶ ἔλαβεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς τὸν Οζιαν καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτω̃ν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃ Αμασιου |
2 αὐτὸς ὠ̨κοδόμησεν τὴν Αιλαθ αὐτὸς ἐπέστρεψεν αὐτὴν τω̨̃ Ιουδα μετὰ τὸ κοιμηθη̃ναι τὸν βασιλέα μετὰ τω̃ν πατέρων αὐτου̃ |
3 υἱὸς δέκα ἓξ ἐτω̃ν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Χαλια ἀπὸ Ιερουσαλημ |
4 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτου̃ |
5 καὶ ἠ̃ν ἐκζητω̃ν τὸν κύριον ἐν ται̃ς ἡμέραις Ζαχαριου του̃ συνίοντος ἐν φόβω̨ κυρίου καὶ ἐν ται̃ς ἡμέραις αὐτου̃ ἐζήτησεν τὸν κύριον καὶ εὐόδωσεν αὐτω̨̃ κύριος |
6 καὶ ἐξη̃λθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη 'Αζώτου καὶ ὠ̨κοδόμησεν πόλεις 'Αζώτου καὶ ἐν τοι̃ς ἀλλοφύλοις |
7 καὶ κατίσχυσεν αὐτὸν κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς 'Άραβας τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους |
8 καὶ ἔδωκαν οἱ Μιναι̃οι δω̃ρα τω̨̃ Οζια καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ ἕως εἰσόδου Αἰγύπτου ὅτι κατίσχυσεν ἕως ἄνω |
9 καὶ ὠ̨κοδόμησεν Οζιας πύργους ἐν Ιερουσαλημ καὶ ἐπὶ τὴν πύλην τη̃ς γωνίας καὶ ἐπὶ τὴν πύλην τη̃ς φάραγγος καὶ ἐπὶ τω̃ν γωνιω̃ν καὶ κατίσχυσεν |
10 καὶ ὠ̨κοδόμησεν πύργους ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐλατόμησεν λάκκους πολλούς ὅτι κτήνη πολλὰ ὑπη̃ρχεν αὐτω̨̃ ἐν Σεφηλα καὶ ἐν τη̨̃ πεδινη̨̃ καὶ ἀμπελουργοὶ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ἐν τω̨̃ Καρμήλω̨ ὅτι φιλογέωργος ἠ̃ν |
11 καὶ ἐγένετο τω̨̃ Οζια δυνάμεις ποιου̃σαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν καὶ ὁ ἀριθμὸς αὐτω̃ν διὰ χειρὸς Ιιηλ του̃ γραμματέως καὶ Μαασαιου του̃ κριτου̃ διὰ χειρὸς Ανανιου του̃ διαδόχου του̃ βασιλέως |
12 πα̃ς ὁ ἀριθμὸς τω̃ν πατριαρχω̃ν τω̃ν δυνατω̃ν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι |
13 καὶ μετ' αὐτω̃ν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι πεντακόσιοι οὑ̃τοι οἱ ποιου̃ντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθη̃σαι τω̨̃ βασιλει̃ ἐπὶ τοὺς ὑπεναντίους |
14 καὶ ἡτοίμαζεν αὐτοι̃ς Οζιας πάση̨ τη̨̃ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους |
15 καὶ ἐποίησεν ἐν Ιερουσαλημ μηχανὰς μεμηχανευμένας λογιστου̃ του̃ εἰ̃ναι ἐπὶ τω̃ν πύργων καὶ ἐπὶ τω̃ν γωνιω̃ν βάλλειν βέλεσιν καὶ λίθοις μεγάλοις καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτω̃ν ἕως πόρρω ὅτι ἐθαυμαστώθη του̃ βοηθηθη̃ναι ἕως οὑ̃ κατίσχυσεν |
16 καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτου̃ του̃ καταφθει̃ραι καὶ ἠδίκησεν ἐν κυρίω̨ θεω̨̃ αὐτου̃ καὶ εἰση̃λθεν εἰς τὸν ναὸν κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων |
17 καὶ εἰση̃λθεν ὀπίσω αὐτου̃ Αζαριας ὁ ἱερεὺς καὶ μετ' αὐτου̃ ἱερει̃ς του̃ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ |
18 καὶ ἔστησαν ἐπὶ Οζιαν τὸν βασιλέα καὶ εἰ̃παν αὐτω̨̃ οὐ σοί Οζια θυμιάσαι τω̨̃ κυρίω̨ ἀλλ' ἢ τοι̃ς ἱερευ̃σιν υἱοι̃ς Ααρων τοι̃ς ἡγιασμένοις θυμιάσαι ἔξελθε ἐκ του̃ ἁγιάσματος ὅτι ἀπέστης ἀπὸ κυρίου καὶ οὐκ ἔσται σοι του̃το εἰς δόξαν παρὰ κυρίου θεου̃ |
19 καὶ ἐθυμώθη Οζιας καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ τὸ θυμιατήριον του̃ θυμιάσαι ἐν τω̨̃ ναω̨̃ καὶ ἐν τω̨̃ θυμωθη̃ναι αὐτὸν πρὸς τοὺς ἱερει̃ς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τω̨̃ μετώπω̨ αὐτου̃ ἐναντίον τω̃ν ἱερέων ἐν οἴκω̨ κυρίου ἐπάνω του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων |
20 καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρω̃τος καὶ οἱ ἱερει̃ς καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τω̨̃ μετώπω̨ καὶ κατέσπευσαν αὐτὸν ἐκει̃θεν καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθει̃ν ὅτι ἤλεγξεν αὐτὸν κύριος |
21 καὶ ἠ̃ν Οζιας ὁ βασιλεὺς λεπρὸς ἕως ἡμέρας τη̃ς τελευτη̃ς αὐτου̃ καὶ ἐν οἴκω̨ αφφουσωθ ἐκάθητο λεπρός ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου κυρίου καὶ Ιωαθαμ ὁ υἱὸς αὐτου̃ ἐπὶ τη̃ς βασιλείας αὐτου̃ κρίνων τὸν λαὸν τη̃ς γη̃ς |
22 καὶ οἱ λοιποὶ λόγοι Οζιου οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ιεσσιου του̃ προφήτου |
23 καὶ ἐκοιμήθη Οζιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ πεδίω̨ τη̃ς ταφη̃ς τω̃ν βασιλέων ὅτι εἰ̃παν ὅτι λεπρός ἐστιν καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |