ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 27
1 υἱὸς εἴκοσι πέντε ἐτω̃ν Ιωαθαμ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιερουσα θυγάτηρ Σαδωκ |
2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτου̃ ἀλλ' οὐκ εἰση̃λθεν εἰς τὸν ναὸν κυρίου καὶ ἔτι ὁ λαὸς κατεφθείρετο |
3 αὐτὸς ὠ̨κοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει του̃ Οφλα ὠ̨κοδόμησεν πολλά |
4 καὶ πόλεις ὠ̨κοδόμησεν ἐν ὄρει Ιουδα καὶ ἐν τοι̃ς δρυμοι̃ς καὶ οἰκήσεις καὶ πύργους |
5 αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱω̃ν Αμμων καὶ κατίσχυσεν ἐπ' αὐτόν καὶ ἐδίδουν αὐτω̨̃ οἱ υἱοὶ Αμμων κατ' ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυρου̃ καὶ κριθω̃ν δέκα χιλιάδας ταυ̃τα ἔφερεν αὐτω̨̃ βασιλεὺς Αμμων κατ' ἐνιαυτὸν ἐν τω̨̃ πρώτω̨ ἔτει καὶ τω̨̃ δευτέρω̨ καὶ τω̨̃ τρίτω̨ |
6 καὶ κατίσχυσεν Ιωαθαμ ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτου̃ ἔναντι κυρίου θεου̃ αὐτου̃ |
7 καὶ οἱ λοιποὶ λόγοι Ιωαθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτου̃ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίω̨ βασιλέων Ιουδα καὶ Ισραηλ |
|
9 καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.