Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 4

τò δὲ πνευ̃μα ῥητω̃ς λέγει ὅτι ἐν ὑστέροις καιροι̃ς ἀποστήσονταί τινες τη̃ς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων
ἐν ὑποκρίσει ψευδολόγων κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν
κωλυόντων γαμει̃ν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεòς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοι̃ς πιστοι̃ς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν
ὅτι πα̃ν κτίσμα θεου̃ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον
ἁγιάζεται γὰρ διὰ λόγου θεου̃ καὶ ἐντεύξεως
ταυ̃τα ὑποτιθέμενος τοι̃ς ἀδελφοι̃ς καλòς ἔση̨ διάκονος Χριστου̃ ’Ιησου̃ ἐντρεφόμενος τοι̃ς λόγοις τη̃ς πίστεως καὶ τη̃ς καλη̃ς διδασκαλίας ἡ̨̃ παρηκολούθηκας
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτου̃ γύμναζε δὲ σεαυτòν πρòς εὐσέβειαν
ἡ γὰρ σωματικὴ γυμνασία πρòς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια πρòς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωη̃ς τη̃ς νυ̃ν καὶ τη̃ς μελλούσης
πιστòς ὁ λόγος καὶ πάσης ἀποδοχη̃ς ἄξιος
10 εἰς του̃το γὰρ κοπιω̃μεν καὶ ἀγωνιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεω̨̃ ζω̃ντι ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστω̃ν
11 παράγγελλε ταυ̃τα καὶ δίδασκε
12 μηδείς σου τη̃ς νεότητος καταφρονείτω ἀλλὰ τύπος γίνου τω̃ν πιστω̃ν ἐν λόγω̨ ἐν ἀναστροφη̨̃ ἐν ἀγάπη̨ ἐν πίστει ἐν ἁγνεία̨
13 ἕως ἔρχομαι πρόσεχε τη̨̃ ἀναγνώσει τη̨̃ παρακλήσει τη̨̃ διδασκαλία̨
14 μὴ ἀμέλει του̃ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τω̃ν χειρω̃ν του̃ πρεσβυτερίου
15 ταυ̃τα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προκοπὴ φανερὰ ἠ̨̃ πα̃σιν
16 ἔπεχε σεαυτω̨̃ καὶ τη̨̃ διδασκαλία̨ ἐπίμενε αὐτοι̃ς του̃το γὰρ ποιω̃ν καὶ σεαυτòν σώσεις καὶ τοὺς ἀκούοντάς σου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.