1 πρεσβυτέρω̨ μὴ ἐπιπλήξη̨ς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς |
2 πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάση̨ ἁγνεία̨ |
3 χήρας τίμα τὰς ὄντως χήρας |
4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρω̃τον τòν ἴδιον οἰ̃κον εὐσεβει̃ν καὶ ἀμοιβὰς ἀποδιδόναι τοι̃ς προγόνοις του̃το γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον του̃ θεου̃ |
5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεòν καὶ προσμένει ται̃ς δεήσεσιν καὶ ται̃ς προσευχαι̃ς νυκτòς καὶ ἡμέρας |
6 ἡ δὲ σπαταλω̃σα ζω̃σα τέθνηκεν |
7 καὶ ταυ̃τα παράγγελλε ἵνα ἀνεπίλημπτοι ὠ̃σιν |
8 εἰ δέ τις τω̃ν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοει̃ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων |
9 χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτω̃ν ἑξήκοντα γεγονυι̃α ἑνòς ἀνδρòς γυνή |
10 ἐν ἔργοις καλοι̃ς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργω̨ ἀγαθω̨̃ ἐπηκολούθησεν |
11 νεωτέρας δὲ χήρας παραιτου̃ ὅταν γὰρ καταστρηνιάσωσιν του̃ Χριστου̃ γαμει̃ν θέλουσιν |
12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν |
13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλου̃σαι τὰ μὴ δέοντα |
14 βούλομαι οὐ̃ν νεωτέρας γαμει̃ν τεκνογονει̃ν οἰκοδεσποτει̃ν μηδεμίαν ἀφορμὴν διδόναι τω̨̃ ἀντικειμένω̨ λοιδορίας χάριν |
15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω του̃ Σατανα̃ |
16 εἴ τις πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐται̃ς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία ἵνα ται̃ς ὄντως χήραις ἐπαρκέση̨ |
17 οἱ καλω̃ς προεστω̃τες πρεσβύτεροι διπλη̃ς τιμη̃ς ἀξιούσθωσαν μάλιστα οἱ κοπιω̃ντες ἐν λόγω̨ καὶ διδασκαλία̨ |
18 λέγει γὰρ ἡ γραφή βου̃ν ἀλοω̃ντα οὐ φιμώσεις καί ἄξιος ὁ ἐργάτης του̃ μισθου̃ αὐτου̃ |
19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτòς εἰ μὴ ἐπὶ δύο ἢ τριω̃ν μαρτύρων |
20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν |
21 διαμαρτύρομαι ἐνώπιον του̃ θεου̃ καὶ Χριστου̃ ’Ιησου̃ καὶ τω̃ν ἐκλεκτω̃ν ἀγγέλων ἵνα ταυ̃τα φυλάξη̨ς χωρὶς προκρίματος μηδὲν ποιω̃ν κατὰ πρόσκλισιν |
22 χει̃ρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτòν ἁγνòν τήρει |
23 μηκέτι ὑδροπότει ἀλλὰ οἴνω̨ ὀλίγω̨ χρω̃ διὰ τòν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας |
24 τινω̃ν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθου̃σιν |
25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα καὶ τὰ ἄλλως ἔχοντα κρυβη̃ναι οὐ δύνανται |