ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 3,
στἰχοι 1-5
1 διò μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθη̃ναι ἐν ’Αθήναις μόνοι |
2 καὶ ἐπέμψαμεν Τιμόθεον τòν ἀδελφòν ἡμω̃ν καὶ συνεργòν του̃ θεου̃ ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃ εἰς τò στηρίξαι ὑμα̃ς καὶ παρακαλέσαι ὑπὲρ τη̃ς πίστεως ὑμω̃ν |
3 τò μηδένα σαίνεσθαι ἐν ται̃ς θλίψεσιν ταύταις αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς του̃το κείμεθα |
4 καὶ γὰρ ὅτε πρòς ὑμα̃ς ἠ̃μεν προελέγομεν ὑμι̃ν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε |
5 διὰ του̃το κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τò γνω̃ναι τὴν πίστιν ὑμω̃ν μή πως ἐπείρασεν ὑμα̃ς ὁ πειράζων καὶ εἰς κενòν γένηται ὁ κόπος ἡμω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.